Fragmenta in epistulam i ad Corinthios (in catenis)
1 Kor 1,1-2
Τοῦτο οὐχ ἁπλῶς προέθηκεν, ἀλλ' ἵνα δείξῃ ὅτι θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι καὶ τὸ ἀποστόλους εἶναι.Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Korινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει. Τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν, μίαν ἐκκλησίαν καὶ θεοῦ τούτους ἀποκαλῶν· προτίθησι δὲ ἐν ΧριστῷἸησοῦ, οὐκ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι. Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται ΧριστοῦἸησοῦ, ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ' οὐδενὸς ἑτέρου ἢ ἀπὸ τοῦ κυρίου ἡμῶνἸησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει, καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν μερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμηςἸησοῦ Χριστοῦ θεραπεύων. Ἡγιασμένοις ἐν ΧριστῷἸησοῦ. οὐκ ἄνθρωπός σε, φησίν, ἡγίασεν, ἀλλ' ὁ θεὸς ἐν Χριστῷ. Εἰ γὰρ ἄνθρωπον, φησίν, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ· εἰ δὲἸησοῦν Χριστόν, ἀπὸ τούτου ὀνομάζον ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις· οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ πανταχοῦ πιστεύοντες Χριστὸν ἐπικαλοῦσι, καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ' ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε ἀσεβῆ καινότητα 226 ἐπεισάγοντες. καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ τοῖς ἐπικαλουμένοις, θεὸν δεικνὺς τὸν υἱὸν τοῦ θεοῦ· θεὸν γάρ τις ἐπικαλεῖται. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸνἸησοῦν Χριστὸν ἐπικαλούμενός ἐστιν, μιμεῖσθε τοὺς πολλούς, ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε παρὰ τοὺς ἄλλους. τὸ δὲ αὐτῶν τε καὶ ἡμῶν τῷ κυρίῳ συνήρμοσται, ἀντὶ τοῦ καὶ ἡμεῖς οἱ γράφοντες καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Χριστὸν ἔχομενἸησοῦν. 1 Kor 1,3-6 Παρ' οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε, ἀπὸ τούτου ὀμομάζεσθε· αἱ γὰρ τούτων θέσεις παραλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἀπο...εισιν εἰς τὸ ζητούμενον. Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ κυρίου ἡμῶνἸησοῦ Χριστοῦ καὶ οὐκ ἀπ' ἀνθρώπων, ἀπὸ τούτου, φησίν, ὀνομάζεσθαι προσήκει.Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ παρ' αὐτοῦ πλοῦτος, εἰ παρ' αὐτοῦ γνῶσις, διὰ τί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτοῖς ἐπιτίθετε, τοῦ δὲ ὡς βαπτίσαντος, τοῦ δὲ ὡς προϊσταμένου, ἑτέρου ὡς παρέχοντος; διόπερ προϊών φησιν· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες, εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;Ἐν παντὶ λόγῳ. ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων, διὰ τοῦτό φησιν· ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἐπειδὴ καὶ τῆς γνώσεως διαφοραὶ πολλαί, καὶ πάσῃ γνώσει.Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν κτωμένοις· καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν. 1 Kor 1,8-9 Οἱ δεόμενοι βεβαιώσεως, ἀτελεῖς ἤδη. τοίνυν ἔδειξεν ὅτι δέονται διορθώσεως, εὐχαριστῶν μὲν ἐφ' οἷς ἔλαβον, διορθούμενος δὲ ἐφ' οἷς οὐκ ἐπλήρωσαν. Πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε. ἐπειδὴ εἶπεν· ὁ θεὸς βεβαιώσει, ἐπήγαγεν· πιστὸς ὁ θεός-ἀληθὴς γὰρ ὁ θεὸς ὁ ταῦτα παρασχεῖν δυνάμενος-δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ, οὐκ εἰς ἀνθρώπου κοινωνίαν, ἀλλ' εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ. διὰ τί καταλιπόντες τὸ ὀνομάζεσθαι ἀπὸ τοῦ υἱοῦ οὗ εἰς τὴν κοινωνίαν ἐκλήθητε, ἀπ' ἀνθρώπων ὀνομάζεσθε; πάλιν δὲ τὸ δι' οὗ ἐπὶ πατρὸς κεῖται, οὐ μόνον ἐπὶ υἱοῦ. καὶ οὐ καθαίρεσις τῷ πατρί, ἐπειδὴ δι' αὐτοῦ καλούμεθα εἰς κοινωνίαν 227 τοῦ υἱοῦ αὐτοῦ· οὐδὲ γὰρ ἐν τῇ πρὸςῬωμαίους γέγραπται ὅτι δι' αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, ἤδη ὁ θεὸς διὰ μὲν τὸ ἐξ οὗ μείζων ἑαυτοῦ, διὰ δὲ τὸ δι' οὗ ἐλάττων ἑαυτοῦ ὥσπερ οὖν ἐπὶ τοῦ αὐτοῦ κείμενα προσώπου οὐ ποιεῖ τὸν αὐτὸν ἑαυτοῦ ἐλάττονα καὶ μείζονα, οὕτως οὐδὲ τὸν υἱὸν ἐλαττοῖ τὸ δι'