1

 2

 3

 4

 5

1

Fragmenta in epistulam i ad Corinthios 1 Kor 15,1-2

Ἐπειδή τινες ἐν Κορίνθῳ ἔλεγον εἶναι τὴν ψυχὴν φθαρτὴν καὶ περιττὴν τὴν

τοῦ σώματος ἀνάστασιν, διελέγχει αὐτῶν ὁ Παῦλος τὴν πλάνην, καί φησιν· τὸ εὐαγγέλιον, δι' οὗ ἐκλήθητε ἐκ τῆς πολυθέου πλάνης ἐπὶ τὸ γινώσκειν τὸν ἀληθινὸν θεόν, δι' οὗ βεβαιοῦσθε καὶ σωτηρίαν ἔχετε, γνώριμον ὑμῖν καθίστημι. Τὸ τοῦ θεοῦ εὐαγγέλιον γνωρίζω ὑμῖν, ἵνα εἰδῆτε ὅτι οὐκ ἐμή, ἀλλ' οὔ τινος ἡ περὶ ἀναστάσεως νεκρῶν μνήμη.

1 Kor 15, 3-4 Παρέδωκέ μοι τὸ εὐαγγέλιον, ὅτι ἐπιδημήσας ὁ σωτὴρ καὶ σῶμα κατ' ἀλήθειαν φορέσας, ὑπὲρ τοῦ ἀναστῆναι τοὺς τεθνεώτας ἀποθανὼν καὶ ταφεὶς ἀνέστη. εἶτα ἵνα μὴ θορυβηθῶσιν οἱ ἁπλούστεροι θάνατον τοῦ Χριστοῦ, ἐπάγει· κατὰ τὰς γραφάς· τοιαῦτα γὰρ πέπονθε ὅσα περὶ αὐτοῦ προανεφώνησαν οἱ προφῆται. ἐπεὶ οὖν ἀπέθανε καὶ ἐτάφη καὶ ἀνέστη, ἀκόλουθόν ἐστιν ἀναστῆναι τοὺς ἀνθρώπους διὰ τὸν ὑπὲρ αὐτῶν ἀναστάντα, αὐτοῦ αἰτίου γενομένου τῆς ἐγέρσεως. εἰ δὲ λέγεται Χριστὸς τεθνάναι καὶ τεθάφθαι, περὶ τοῦ σώματος αὐτοῦ τοῦτο ἐκληπτέον, οὐ τῆς ψυχῆς. ἐπεὶ οὖν ἐπίστευσαν τῇ τοῦ σωτῆρος ἀναστάσει, μεμπταῖοί εἰσι μὴ συμπαραδεξάμενοι τῇ τοῦ σωτῆρος ἀναστάσει καὶ τὴν πάντων ἀνάστασιν. 1 Kor 15, 5-9 Ταύτης αὐτοῦ τῆς ἀναστάσεως αὐτόπται ἀξιομάρτυρές εἰσιν οἱ πρῶτοι αὐτῷ συνόντες, ἔπειτα πεντακόσιοι. Ταῦτα, φησί, παραδίδωμι οἷς ἀντειπεῖν οὐ δύνανται οἱ ἀπατῶντες ὑμᾶς. ὅμως, εἰ καὶ τὸ τεθνεὸς σῶμα ἀνίσταται, ἀλλ' ἄφθαρτον καὶ πνευματικόν· διὸ οὐδὲ πᾶσιν ἐφαίνετο ἀλλ' οἷς ἤθελεν. οὕτως μετὰ τὴν ἀνάληψιν ὤφθη τῷ Παύλῳ, ὃς μετριάζων καλεῖ ἑαυτὸν ἔκτρωμα, συναισθόμενος ὅτι ἐκ μετανοίας ἐλήλυθε εἰς τὸ ἀπόστολον εἶναι, καὶ ὡς 7 μηδὲ τῆς ὀνομασίας ἄξιος ὢν ὡς διώκτης. πλὴν εἰ καὶ πάλαι τοιοῦτο, ἀλλὰ νῦν διδάσκαλος ἔχων τοῦτο ἐκ δωρεᾶς. 1 Kor 15, 10-11 Εἰ καὶ πάλαι διώκτης, ἀλλὰ νῦν διδάσκαλος δωρεᾷ θεοῦ ἥτις οὐ ματαίως ἐνυπῆρξεν αὐτῷ, ἐπείπερ ἐνδυναμωθεὶς ὑπ' αὐτῆς περισσοτέρως ἀνέτλη τοὺς ἀγῶνας ὑπὲρ τῆς εὐσεβοῦς πίστεως. ὅλον δὲ τὸ κατόρθωμα ὃ ἔσχεν ἐκ προαιρέσεως, ἀνατίθησι τῇ δοθείσῃ χάριτι θεόθεν αὐτῳ1 Kor 15, 12-17 Εἴ τις λέγει μὴ ἐγείρεσθαι τοὺς νεκρούς, ἐπειδὴ ἀνάγκη Χριστοῦ ἀναστάντος πάντας ἀνίστασθαι, οὔκουν ἀναγκαίως λέγει μηδὲ Χριστὸν ἐγηγέρθαι; εἰ δὲ οὐκ ἀνέστη, ὅρα πόσα ἀνακύπτει ἄτοπα· ἡμεῖς οἱ εἰπόντες τοῦτο ψευδομάρτυρες εὑρεθησόμεθα κατὰ τοῦ θεοῦ, εἰ καὶ ὡς ὑμεῖς ἠλιθίως συνέθεσθε τῇ ἐγέρσει τοῦ κυρίου, ἀλλὰ καὶ πίστει τοῦ ἀναστάντος δόξαντες ἠλευθερῶσθαι τῶν ἁμαρτιῶν, οὐκ ἀπεβάλετε τὰς ἁμαρτίας ὑμῶν. 1 Kor 15, 18- Ὁ μὴ παραδεξάμενος τὴν ἀνθρώπου ψυχὴν ἀθάνατον εἶναι καὶ διὰ τοῦτο ἀπιστῶν τῇ ἀναστάσει, οἰκτρὸς ὁ τοιοῦτος στερῶν ἑαυτὸν τῆς αἰωνίου ζωῆς δι' ἣν πλούσιοι οἱ ἅγιοι ἀξίων ἀμοιβῶν τυγχάνοντες. Εἰ καὶ ἀπιστῶσί τινες, ἀλλ' ἡμεῖς προσδοκῶμεν ἀνάστασιν, εἰδότες ὡς ἀπαρχὴ Χριστὸς γέγονεν, ἀνάστασις τῶν κεκοιμημένων· δι' ὧν πάντες πειραθήσονται τῆς ἀθανάτου ζωῆς, ἀκολουθὸν γάρ. 1 Kor 15, 21-22 Ἐπειδὴ διὰ τὸ παραβῆναι τὸν Ἀδὰμ τὸν νόμον οἱ ἐξ αὐτοῦ πάντες τεθνήκασιν, οὕτως καὶ ἐν τῷ Χριστῷ μὴ γνόντι ἁμαρτίαν ζωοποιηθήσονται. τινὲς δὲ τῶν αἱρετικῶν μόνην λέγουσι τὴν ψυχὴν ζωοποιεῖσθαι ἐν Χριστῷ τῶν δικαίων, ὅτι οὐκ ἔστιν ** ἡ γὰρ ζωοποίησις πάντων ἔσται τῶν ἀποθανόντων ἐν τῷ Ἀδάμ. 1 Kor 15,23-24a Ὡς πρὸ πάντων οὖσα ἡ Χριστοῦ ἀνάστασις, πρώτη ἔσται ἐν τιμῇ· εἶτα ἑξῆς οἱ πιστοὶ κατ' ἀναλογίαν ἧς ἔχουσι πίστεως τάσσονται ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ, μεθ' ἣν ἔστιν τὸ τέλος οὕτω πρὸς ἀρχὴν διαστελλόμενον, ἀλλὰ τὸ οὗ εἵνεκα τὰ ἄλλα πάντα τὰ συντείνοντα πρὸς 8 σωτηρίαν, αὐτὸ δὲ οὐκ ἄλλου