1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

Supremum vale

ΛΟΓΟΣ ΜΒ.

Συντακτήριος, εἰς τὴν τῶν ρνʹ ἐπισκόπων παρουσίαν.

Αʹ. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες· ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ' ὧν ἐληλύθατε· ὡραῖοι δὲ τὰ πρὸς ἡμᾶς, οἷς εἰς καιρὸν ἐληλύθατε, οὐχ ἵνα πρόβατον πλανώμενον ἐπιστρέψητε, ἀλλ' ἵνα ποιμένα ἔκδημον ἐπισκέψησθε; Πῶς τὰ τῆς ἐκδημίας ὑμῖν ἔχει τῆς ἡμετέρας; καὶ τίς ὁ ταύτης καρπὸς, μᾶλλον δὲ, τοῦ ἐν ἡμῖν Πνεύματος, ᾧ κινούμεθά τε ἀεὶ, καὶ νῦν κεκινήμεθα, μηδὲν ἴδιον ἔχειν ἐπιθυμοῦντες, μήτ' ἴσως ἔχοντες; Ἆρά γεσυνίετε παρ' ὑμῶν αὐτῶν, καὶ καταμανθάνετε, καὶ λογισταὶ τῶν ἡμετέρων ἐστὲ χρηστότεροι; ἢ δεῖ, καθάπερ τοὺς στρατηγίας, ἢ δημαγωγίας, ἢ διοικήσεως χρημάτων λόγον ἀπαιτουμένους, δημοσίᾳ καὶ αὐτοὺς ὑποσχεῖν ὑμῖν τὰς εὐθύνας, ὧν διῳκήκαμεν; Οὐ γὰρ αἰσχυνόμεθα κρινόμενοι, ὅτι καὶ κρίνομεν ἐν τῷ μέρει, καὶ μετὰ τῆς αὐτῆς ἀγάπης ἀμφότερα. Παλαιὸς δὲ ὁ νόμος· ἐπεὶ καὶ Παῦλος τοῖς ἀποστόλοις ἐκοινοῦτο τὸ Εὐαγγέλιον· οὐχ ἵνα φιλοτιμήσηται (πόῤῥω γὰρ τὸ Πνεῦμα πάσης φιλοτιμίας), ἀλλ' ἵν', ἢ βεβαιωθῇ τὸ κατορθούμενον, ἢ διορθωθῇ τὸ ὑστερούμενον, εἰ ἄρα τι καὶ τοιοῦτον ἦν ἐν τοῖς ὑπ' ἐκείνου λεγομένοις, ἢ πραττομένοις, ὡς αὐτὸς παραδηλοῖ περὶ ἑαυ τοῦ γράφων· Ἐπειδὴ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, κατὰ τὴν εὐταξίαν τοῦ πάντα καλῶς οἰκονομοῦντος καὶ διαιροῦντος Πνεύματος. Εἰ δὲ ἐκεῖνος μὲν ἰδίᾳ καί τισιν, ἐγὼ δὲ δημοσίᾳ καὶ πᾶσιν ὑπέχω λόγον, μηδὲν θαυμάσητε. Καὶ γὰρ χρῄζω μᾶλλον ὠφεληθῆναι τῇ τῶν ἐλέγχων ἐλευθερίᾳ, ἤπερ ἐκεῖνος, εἴ τι φαινοίμην ἐλλείπων τοῦ δέοντος, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Καὶ οὐκ ἔστιν ἄλλως ἀπολογήσασθαι, ἢ ἐν εἰδόσι τοὺς λόγους ποιούμενον.

Βʹ. Τίς οὖν ἡ ἀπολογία; Καὶ εἰ μὲν ψευδὴς, ἐλέγ ξατε· εἰ δὲ ἀληθὴς, μαρτυρήσατε ὑμεῖς, ὑπὲρ ὧν, καὶ ἐν οἷς ὁ λόγος. Ὑμεῖς γάρ μοι καὶ ἀπολογία, καὶ 36.460 μάρτυρες, καὶ καυχήσεως στέφανος, ἵνα τολμήσω κἀγώ τι τῶν τοῦ Ἀποστόλου νεανιεύσασθαι. Τοῦτο τὸ ποίμνιον ἦν, ὅτε μικρόν τε καὶ ἀτελὲς ἦν, ὅσον ἐπὶ τοῖς ὁρωμένοις, καὶ οὐδὲ ποίμνιον, ἀλλὰ ποίμνης τι μικρὸν ἴχνος, ἢ λείψανον, ἀσύντακτον, καὶ ἀνεπίσκοπον, καὶ ἀόριστον, μήτε νομὴν ἐλευθέ ραν ἔχον, μήτε μάνδρᾳ περιεχόμενον, πλανώμενον ἐν ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἄλλο ἀλλαχοῦ διεσπαρμένον τε καὶ διεῤῥιμμένον, ὡς ἕκαστον ἔτυχε σκεπόμενον, ἢ νεμόμενον, καὶ διακλέπτον ἀγαπητικῶς τὴν ἑαυτοῦ σωτηρίαν· οἷον ἐκεῖνο τὸ ποίμνιον, ὃ λέοντες ἐξῶσαν, ἢ ζάλη διέλυσεν, ἢ σκοτόμαινα διεσκέδασεν· ὂ θρηνοῦσι μὲν προφῆται, τοῖς τοῦ Ἰσραὴλ ἀπεικάζοντες πά θεσι, παραδεδομένου τοῖς ἔθνεσιν· ἐθρηνήσα μεν δὲ καὶ ἡμεῖς, ἐφ' ὅσον θρήνων ἐπράττομεν ἄξια. Τῷ ὄντι γὰρ καὶ ἡμεῖς ἐξώσθημεν καὶ ἀπεῤῥίφημεν, καὶ ἐπὶ πᾶν ὄρος καὶ βουνὸν διεσπάρημεν, ὡς ἐν ἐρημίᾳ ποιμένος· καὶ πονηρός τις χειμὼν κατέσχε τὴν Ἐκκλησίαν, καὶ δεινοὶ θῆρες ἐπιπε πτώκασιν, οἱ μηδὲ νῦν μετὰ τὴν αἰθρίαν ἡμῶν φειδόμενοι· ἀλλ' ἀναισχυντοῦντες εἶναι, καὶ τοῦ και ροῦ δυνατώτεροι· καὶ σκυθρωπή τις σκοτόμαινα ἐπέλαβε πάντα καὶ συνεκάλυψε, πολὺ τῆς ἐνάτης τῶν Αἰγυπτίων πληγῆς βαρυτέρα, τοῦ ψηλαφητοῦ λέγω σκότους, ὑφ' οὗ μικροῦ δεῖν μηδὲ ἀλλήλους ἰδεῖν ἐδυ νήθημεν.