1

 2

 3

 4

 5

 6

 7

 8

1

In adorationem venerandae crucis

Εἰς τὴν προσκύνησιν τοῦ τιμίου ξύλου.

62.747 Ἆσμα καινὸν ᾄσωμεν, λαοὶ, τῇ δικαιοσύνῃ τοῦ βασιλέως Κυρίου, καὶ

ἐξομολογησώμεθα, μᾶλλον δὲ ὑμνήσωμεν καὶ δοξάσωμεν, καὶ αἰνέσωμεν, προσκυνήσωμεν, καὶ μεγαλύνωμεν τὴν παρουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν ὕμνοις προσκυνήσωμεν καὶ ἐγκωμιάσωμεν τὸ σεβάσμιον καὶ τρισόλβιον ξύλον τοῦ ∆εσπότου. ∆εῦτε, ὦ ἀγαπητοὶ, ἐν αἰνέσει χορεύοντες καὶ πίστει γεραίροντες, μετὰ τοῦ προφήτου ∆αυῒδ ψάλλοντες εἴπωμεν· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ποῖον ἄρα φῶς, εἰ μὴ ὁ σταυρὸς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ὁ κόσμος ἐσώθη, καὶ οἱ πιστεύσαντες ἠλευθερώθημεν ἀπὸ τῆς αἰχμαλωσίας τοῦ Βελιὰρ, καὶ ὁ χάρτης τῶν ἀνομιῶν ἡμῶν διεῤῥάγη; Πρόσωπον τοῦ Πατρὸς ὁ Χριστός· Ὁ ἑωρακώς με, φησὶν, ἑώρακε τὸν Πατέρα. Φῶς δὲ τοῦ προσώπου, τουτέστι τοῦ Κυρίου, ὁ σταυρός· ἐν αὐτῷ γὰρ, ὡς ἐν λυχνίᾳ λύχνος, τὴν οἰκουμένην ἐφώτισε, καὶ τὴν γῆν κλονουμένην ἔστησε, καὶ τὰς πέτρας διέῤῥηξε, καὶ τοὺς νεκροὺς διήγειρε, καὶ τὸν ἥλιον φυγαδεύσας, σάκκον ἀντὶ σκότους τὸν οὐρανὸν ἐνέδυσας, δεῖξαι θέλων τοῖς ἀχαρίστοις καὶ ἀγνώμοσι καὶ ἀρνησιθέοις Ἰουδαίοις, ὅτι ∆εσπότης καὶ δημιουργὸς ὑπῆρχεν ὁ τῇ σαρκὶ σταυρούμενος.

Τούτου χάριν, ὦ ἀγαπητοὶ, ζητῶ καὶ ποθῶ προσενέγκαι ὑμᾶς τῷ σταυρῷ, καὶ ἐπαξίως ἐγκωμιάσαι· καὶ δέδοικα ἀνάξιος ὤν· τρέμει γάρ μου ἡ σὰρξ, καὶ ναρκᾷ ἡ γλῶσσα, καὶ τὰ χείλη μου πεπήγασι, καὶ ὁ λογισμὸς ἔνδον σιγᾷν διαμαρτύρεται. Πῶς οὖν ἐγὼ, ὁ χθαμαλὸς, ἰσχύσω ἐπαξίως διηγήσασθαι καὶ περὶ τῆς δυνάμεως τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ; Εἴπω δὲ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἐκ μέρους, ὃ καὶ καταλαμβάνω· οὔτε γὰρ ἄγγελοι ἰσχύουσιν ἐπαξίως ἐγκωμιάσαι τὴν τούτου δύναμιν. Τοῦτο γὰρ τὸ ὁρώμενον σημεῖον τοῦ σταυροῦ ἄγγελοι προσκυνοῦσιν, οὐ διὰ τὸ εἶδος τοῦ ξύλου, ἀλλὰ διὰ τὸν σταυρωθέντα ἐν αὐτῷ ἑκουσίως Χριστὸν ἐν σαρκί. Ὁ Ἀδὰμ διὰ τοῦ ξύλου τῆς βρώσεως κατεκρίθη, καὶ ὁ νέος Ἀδὰμ Χριστὸς ὁ Θεὸς ἡμῶν διὰ τοῦ ξύλου τοῦ σταυροῦ ἡμᾶς ἐνίσχυσε. Καὶ ἐπληρώθη ὁ λόγος τοῦ προφήτου λέγοντος· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Σημεῖον ὁ σταυρὸς ἐν μετώπῳ καὶ χειρὶ τοῦ πιστοῦ, τόξον δὲ ἡ πλάνη, τοξότης ὁ διάβολος, βέλη οἱ αἰσχροὶ λογισμοὶ, πληγαὶ αἱ ἁμαρτίαι. ∆εῦτε οἱ πιστοὶ, ἀπολαύσωμεν τῆς προσκυνήσεως τοῦ τιμίου καὶ ἀχράντου σταυροῦ. ∆ιότι θάμβος κατεῖχε πᾶσαν ἔμψυχον κτίσιν, Χριστὸν βλέπουσαν ἰκρίῳ πεπαρμένον, τὸν ποιητήν τε καὶ μέδοντα τῶν ὅλων, λόγχῃ νυγέντα πλευρὰν ἡγιασμένην, ὕδωρ τε καὶ αἷμα ῥέουσαν ἐκ πηγῆς ἀεννάου, ἀκάνθινον φοροῦντα τὸ πλακὲν στέφος, ὄξος πιόντα καὶ χολὴν μεμιγμένην, κλῆρον λαχόντας χερσὶ ταῖς μιαιφόνοις, ὑπηρέτας σκότους τε καὶ γνόφου φίλους ὅπως ἕκαστος τὴν προσήκουσαν λάβοι μοῖραν. Ἔφριξαν τάξεις ἀγγέλων ἀσωμάτων· στυγνὸς, κατηφὴς οὐρανὸς κατεστάθη, τῶν ἀστέρων ἔσβεστο φῶς καὶ λαμπρότης· γίγας μέγιστος ἥλιος τὰς λαμπάδας ἔστειλε, καὶ σκότος κατεῖχεν αἰθέρα· ἡ ἡμέρα τε μετῆλθεν εἰς βαθεῖαν ἑσπέραν, ναοῦ τε στόλισμα φαιδρὸν ἐῤῥάγη πάλιν· βρασμοῖς ἐδονεῖτο ἡ γῆ, καὶ τῶν τάφων τάχος νεκροὶ προῆλθον τῶν δεσμῶν λελυμένοι. Λῃστὴς κατοικεῖ παράδει 62.748 σον ἐν πίστει τε καὶ λόγῳ, πληγεὶς δ' Ἰούδας ἀγχόνῃ διεφθάρη· Πέτρος φοβηθεὶς ὀμνύει τὸν ∆εσπότην οὐκ εἰδέναι τὸν ἐκ πλάνης σεσωκότα, ἕως ἀλέκτωρ ἐξελέγχει κραυγάσας· κλαύσας δὲ πικρῶς ἔπλυνεν ἁμαρτίαν.