1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

De sancta trinitate

∆ιάλεκτος ὀρθοδόξου καὶ ἀνομοίου Ἀνόμοιος Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων πολλῶν θεωρημάτων πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτ' εἰς ἡμᾶς τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος· ἠναγκάσθην αὐτὸ οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ' ἔννοιαν τῶν γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι' οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ γεννητοῦ θεοῦ καὶ ἀγεννήτου παύειν συντόμοις περι τροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προ ειρημένους χρονίτας, ἐν εἴδει τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διαστήσας καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειφημάτων ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ. Ὀρθόδοξος. Μὴ καυχῶ διωχθεὶς, εἴ γε ἐδιώχθης. ἐδιώχθησαν γὰρ παρὰ τοῦ υἱοῦ καὶ οἱ ποιοῦντες τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ οἶκον ἐμπορίου· εἰ δὲ τοῦτο, οὐκ ἄρα τὸ διώκεσθαι πάντως ἐπαινετόν. τίνας δὲ λέγεις χρο νίτας; τοὺς ἀπὸ τῶν ἁγίων ἀποστόλων μέχρι καὶ σήμερον αἰνοῦντας πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα θεοῦ ἢ τοὺς ἀπὸ σοῦ χθὲς καὶ σήμερον φα νέντας τὴν αἵρεσιν ἔχοντας; μ28.1176 δῶμεν δὲ ὅτι παρενθήκας καὶ ἀφαιρέσεις τινές ποτε τῇ παρὰ σοῦ γραφείσῃ πονηρίᾳ πεποιήκασιν. νῦν τί λέγεις; ἢ τί πλεῖον ἐπιζητεῖς βλασφημίας ἀνόμοιον λέγων κατ' οὐσίαν τὸν υἱόν; ἔχεις τί πλέον τούτου εἰπεῖν, οὗ καὶ Ἕλληνες καὶ Ἰουδαῖοι εἶναι λέγουσιν, οἱ μὴ πειθόμενοι εἶναι αὐτὸν θεόν; καὶ διὰ τοῦτο ταῦτα λέγοντες περὶ αὐτοῦ, ἃ σὺ λέγεις ἀγέννητον καὶ γεννητὸν προβαλλόμενος καὶ ἐάσας πατέρα καὶ υἱόν, ὅ ἐστιν Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία; καὶ πατέρα σεαυτὸν εἶναι θέλεις τῶν ἀθλούν των ὑπὲρ γεννητοῦ καὶ ἀγεννήτου θεοῦ, μ28.1173 ἐασάντων τὸ πα τρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τίμιον καὶ ἅγιον ὄνομα καὶ ἐπαιρομένων κατ' αὐτοῦ τοῦ διδάξαντος βαπτίζειν εἰς τὸ ὄνομα πα μ28.1176 τρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ νομιζόντων ἑαυτοὺς εἶναι σοφωτέρους τοῦ τὸν πατέρα πατέρα καὶ ἑαυτὸν υἱὸν διδάξαντος; ἐὰν δὲ καὶ συγχωρηθῇ σοι εἰς τὸ ὄνομα τοῦ ἀγεννήτου καὶ γεννητοῦ βαπτίσαι, τί ποιήσεις τὴν τοῦ πνεύ ματος ὀνομασίαν; ἆρα οὔτε γεννητὸν οὔτε ἀγέννητον ὀνομάσεις, ἢ καὶ αὐτογέννητον; καὶ πῶς ἔσται κατὰ σὲ ἑτεροούσιον τὸ γεννητὸν τῷ γεννητῷ, εἴπερ οὐσία τὸ γεννητόν; Ἀνόμ. Εἰ ἀδύνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι, ἀδύνατον ἂν εἴη καὶ τὸ ἀγέννητον γεννητὸν ποιῆσαι. Ὀρθ. Κἂν ᾖ αὐτῷ ἀδύνατον τὸ γεννητὸν ἀγέννητον ποιῆσαι ὡς καὶ τὸ ψεύδεσθαι, ἀλλ' οὐκ ἀδύνατον αὐτῷ τὸ γεννῆσαι, οὐδὲ γὰρ τὸ ἀληθεῦσαι ἀδύνατον· γεννῶν δὲ οὐκ ἀγέννητον γεννᾷ, ἀλλὰ θεόν. θεὸν ἄρα θεὸς γεννήσας οὔτε τὸ γεννη τὸν ἀγέννητον ἐποίησεν οὔτε τὸ ἀγέννητον γεννητόν. Ἀνόμ. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. Εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δηλονότι καὶ γενέσεως. οὔτε γὰρ παρ' ἑτέρας φύσεως εἴληφε τὸ εἶναι, οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν. Ὀρθ. Ἀληθῶς "φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν" περὶ ὑμῶν εἴρηται τῶν κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ στρατευομένων. εἰ γὰρ ἐπειδὴ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεὸς, διὰ τοῦτο καὶ γενέσεως, ἡ γένεσις αἰτία καὶ οὐκ ἔστιν οὐσία. εἰ δὲ ἡ γένεσις οὐκ