1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

ἐνεργεῖν τὸν υἱὸν ὅσα καὶ τὸν πατέρα. "πάντα γὰρ ὅσα ἂν ποιῇ ὁ πατὴρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ" καὶ τὸ πνεῦμα ἀπαράλλακτον. πάντα γὰρ ἃ ἐνεργεῖ ὁ πατὴρ, καὶ αὐτὸ ἐνεργεῖ καθὼς βούλεται. ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, ἀπαράλ λακτος ἡ φύσις. εἰ δὲ νομίζεις διὰ τὸ ἀγέννητον τὸ ἀπαράλλακτον, ἀνάγκη καὶ πᾶν τὸ γεννητὸν ἀπαράλ λακτον εἶναι. εἰ δὲ οὐ πᾶν τὸ γεννητὸν ἀπαράλλακτον, οὐκ ἄρα διὰ τὸ γεννητὸν ἀπαράλλακτον. εἰ δὲ τὸ γεννητὸν οὐ διὰ τὸ γεννητὸν ἀπαράλλακτον, οὐδὲ τὸ [ἀγέννητον διὰ τὸ ἀγέννητον ἀπαράλλακτον, ἀλλὰ καθὼς ἤδη [ἐν τῷ προλόγῳ διελαλήσαμεν, ἀετοῦ πετομένου ζητοῦντός ἐστι βορὰν καὶ μὴ ἔχοντος ἴχνος, οὐ γὰρ ἔχει ποῦ τοὺς πόδας στήσει, ἵνα καὶ αὐτὸς ἀκούσῃ μετὰ τοῦ Μωυσέως· "σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ", οὐ γὰρ μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ στήκει ὁ λέγων γεννητὸν καὶ ἀγέννητον τὸν θεόν, ἀλλ' ὁ βαπτίζων εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. αὕτη γὰρ ἡμῶν ἡ στάσις πεπίστευται καὶ Ἀέτιος πέταται ζητῶν ἔτι βορὰν καὶ στάσιν. μ28.1249τ [Τοῦ ἁγίου Ἀθανασίου πρὸς Ἀπολιναριστὴν διάλεξις] Ὀρθόδοξος· Σῶμα ἀνθρώπινον ἔσχεν ὁ Χριστὸς ἢ οὔ; Ἀπολιναριστής. Οὔ. Ὀρθ. Ἀλλ' ὁποῖον;Ἀπολ. Θεϊκόν. Ὀρθ. Τῇ φύσει ἢ τῇ ἑνώσει τῆς οἰκονομίας; Ἀπολ. Τῇ ἑνώσει τῆς οἰκονομίας. Ὀρθ. Οὐκοῦν τῇ φύσει ἀνθρώπινον, τῇ δὲ οἰκονομίᾳ θεϊκόν. Ἀπολ. Ναί. Ὀρθ. Καὶ ὁμοούσιον ἡμῖν; Ἀπολ. Τὸ ἐκ Μαρίας σαρκίον ὁμοούσιον ἡμῖν. Ὀρθ. Σύμφωνοι οὖν ἡμῖν ἐστε ἐν τούτοις; Ἀπολ. Εἰ οὕτως, ναί. Ὀρθ. Ἴδωμεν οὖν καὶ περὶ ψυχῆς. Ἀπολ. Ἴδωμεν. Ὀρθ. Ἔμψυχον ἦν τὸ σῶμα ἢμ28.1252 ἄψυχον; Ἀπολ. Ἔμψυχον. Ὀρθ. Ψυχὴν ἔχονδηλονότι; Ἀπολ. Οὔ. Ὀρθ. Καὶ πῶς ἔμψυχον τὸ μὴ ἔχον ψυχήν; Ἀπολ. Θείᾳ ἦν ἐμψυχίᾳ ψυχωθέν. Ὀρθ. Σὺ γὰρ ἀθεεὶ ἐψυχώθης; Ἀπολ. Φυσικῶς ἐψυχώθην. Ὀρθ. Ἄνευ τῆς τοῦ θεοῦ δυνάμεως; Ἀπολ. Ἀλλ' οὐχ οὕτως ὁ κύριος. ἐνταῦθα γὰρ ψυχὴ λογικὴ σώματι ἡνωμένη προστάγματι θεοῦ ἄνθρωπον ἀποτελεῖ, ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ θεὸς λόγος σαρκὶ ἑνωθεὶς ἄνθρωπον ἀπετέλεσε θεόν. Ὀρθ. Τοῦτο οὖν λέγεις θείαν ἐμψυχίαν; Ἀπολ. Καὶ πάνυ. Ὀρθ. Ἀντὶ ψυχῆς οὖν ἦν ὁ λόγος; Ἀπολ Ναί. Ὀρθ. Τίς οὖν ἦν ὁ λέγων· "τὴν ψυχήν μου οὐδεὶς αἴρει ἀπ' ἐμοῦ· ὅτε θέλω τίθημι αὐτήν, καὶ ὅτε θέλω λαμβάνω αὐτήν" ἡ σὰρξ ἢ ὁ λόγος; Ἀπολ. Ὁ λόγος. Ὀρθ. Ποίαν ἔλεγε ψυχήν, ἣνεἶχεν ἢ ἣν οὐκ εἶχεν; Ἀπολ. Τὴν ἀνθρωπίνην ἔλεγε ζωήν. Ὀρθ. ∆υνατὸν γὰρ ἀνθρωπίνην ζωὴν εἶναι μὴ παρούσης ψυχῆς; Ἀπολ. Καὶ πάνυ, ὁ γὰρ θεὸς αὐτὸς "ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώ ποις συνανεστράφη". Ὀρθ. Ὤφθη δὲ ὁ τῇ φύσει ἀόρατος πῶς; Ἀπολ. Σαρκί. Ὀρθ. Ὥσπερ οὖν σαρκός ἐστιτὸ φαίνεσθαι, οὕτω καὶ ψυχῆς τὸ συναναστρέφεσθαι. ἀδύνατον δὲ τὸν τῇ φύσει ἀόρατον ὁραθῆναι μὴ ἑνωθέντα σώματι τῷ δυναμένῳ ὁραθῆναι, καὶ ἀδύνατον τὸν τῇ φύσει ἀπαθῆ παθεῖν καὶ συναναστρα φῆναι ἀνθρώποις μὴ ἑνωθέντα σώματι ἐμψύχῳ τῷ δυναμένῳ παθεῖν ἑκουσίως καὶ συναναστραφῆναι ἀν θρώποις. σῶμα δὲ ἔμψυχον ψυχὴν ἔχον ἔμψυχόν ἐστιν, κἂν θέλῃς κἂν μὴ θέλῃς. Ἀπολ. Ἄνθρωπος οὖν ἔπαθεν ὑπὲρ ἡμῶν; Ὀρθ. Μὴ γέ νοιτο. ἀλλὰ θεὸς βουληθεὶς ὀφθῆναι ἥνωσεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ὀφθῆναι καὶ βουληθεὶς παθεῖν ἥνωσεν ἑαυτῷ σῶμα ἔμψυχον τὸ δυνάμενον παθεῖν ἑκουσίως, οὐ πρότερον ὑπάρξαν καὶ τότε κατ' ἀρε τὴν ἑνωθέν, οὔτε ἐξ ἀνθρώπου ἁπλῶς τῆς Μαρίας, ἀλλὰ πρότερον αὐτῆς ἁγιασθείσης καὶ τότε ἐξ αὐ τῆς μετασχόντος τοῦ θεοῦ λόγου τῆς ἀνθρωπότητος καὶ ἑνώσαντος ἑαυτῷ κατ' οἰκονομίαν ἔμψυχον σῶμα, ὡς εἶναι ἕνα τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον. Ἀπολ. Τὸ ἔμψυχον σῶμα ἄνθρωπός ἐστιν; Ὀρθ. Οὐχ ἁπλῶς τὸ ἔμψυχον σῶμα λέγω ἄνθρωπον, ἀλλὰ τὸ ἀνθρώ πινον σῶμα ἔμψυχον ὂν ἄνθρωπός ἐστιν. Ἀπολ. Ἄνθρωπος οὗτος Ἰησοῦς ἐστιν; Ὀρθ. Ἑνωθεὶς λόγῳ. Ἀπολ. Οὐκ ἔστιν οὖν Ἰησοῦς ἄνθρωπος; Ὀρθ.Ἄνευ τοῦ λόγου οὔτε ἄνθρωπον αὐτὸν οἶδα ὑποστάντα, τὴν γὰρ ὕπαρξιν αὐτοῦ ἐν τῇ ἑνώσει τοῦ λόγου γνωρίζω. Ἀπολ. Οὐκοῦν ἀντὶ τοῦ λογικοῦ ἦν ὁ λόγος; Ὀρθ. Οὔ, ἀλλ' ἐν τῷ λογικῷ ἦν ὁ λόγος ἑνώσας αὐτὸς ἑαυτῷ διὰ