1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

ὁ υἱὸς ἄφθαρτος καὶ ἀθάνατος, ἔστιν ἄρα καὶ αὐτὸς ἀγέννητος. εἰ δ' οὐκ ἔστιν ἀγέννητος ἄφθαρτος καὶ ἀθάνατος ὤν, οὐ ταὐτὸν σημαίνει τὸ ἀγέννητον καὶ τὸ ἄφθαρτον εἴτ' οὖν ἀθάνατον. εἰ δ' οὐ ταὐτὸν σημαίνει, δικαιοῖς δὲ μᾶλλον αὐτὸς τὸ ἀγέννητον εἶναι τὴν οὐσίαν· ἔσται ἄρα κατὰ σὲ καὶ κατὰ τοὺς τῆς σῆς σοφίας λόγους ἀγέννητος μὲν ἡ οὐσία, οὐκ ἀθάνατος δέ, οὔτε μὴν ἄφθαρτος. Ἀνόμ. Εἰ ἡ στέρησις ἕξεων ἀφαίρεσις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησις ἔσται ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ' εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν' οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται. εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν ἕξεως ὑπομείνασα ἀποβολὴν γενέσεως ἐστέρηται, εἴη ἂν οὐσία μὲν ἡ γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρ' οὐδέν ἐστι δηλωτικόν, δηλονότι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπλασθῇ ἐξουσίᾳ τινός, ἄν τε τοῦτό ἐστιν, ὃ λέγεται γέννημα τινός. Ὀρθ. Πάλιν τοῖς ἴσοις χρησόμεθα λόγοις· τὸ γὰρ αὐτὸ καὶ ἐπὶ τοῦ ἀψευδοῦς καὶ τοῦ ἀθανάτου καὶ τοῦ ἀφθάρτου εἴποι τις ἄν· τῆς γὰρ αὐτῆς ἐστι χρήσεως τὸ ἀγέννητον, ὅταν σοι τέως συγχωρήσωμεν λέγειν, ὃ τὸ πνεῦμα τῆς ἀληθείας οὐκ εἶπεν. ἐροῦμεν οὖν καὶ ἡμεῖς· εἰ ἡ στέρησις ἕξεων ἀφαίρεσις, τὸ ἐπὶ θεοῦ ἀψευδὲς ἤτοι στέρησις ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ' εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀψευδὲς, ἀνάγκη προϋποθέσθαι ψεῦδος καὶ ψευδῆ οὐσίαν, ἵνα οὕτως ἕξιν προσλαβοῦσα ἀψευδὴς ὀνομάζηται. εἰ δὲ ἡ ψευδὴς ἀψευδοῦς οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ψεύδους ἐστέρηται, εἴη ἂν οὖν οὐσία ψευδής, τὸ δὲ ἀψευδὲς ἕξις, καί σου ἡ μεγαλόφρων σοφία τοσαύτην ἀσέβειαν ὕλης εὑροῦσα. μ28.1192 Ἀνόμ. Εἰ τὸ γεννητὸν ἕξις καὶ τὸ ἀγέννητον ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ' οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι τοῦ εἶναι, σημαινόμενον δὲ τὸ γέννημα συνεισφέρει τῆς ἑαυτοῦ οὐσίας τὸ αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ' οὐχ ἕξεως τῆς ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐ ἂν εἴη οὐσία, ἀλλ' ἕξις ἡ ἀγέννητος φύσις; Ὀρθ. Οὐσίας μὲν οὐδὲν προτιμότερον, σοφώτατε, οὔτε δὲ ἕξιν οὔτε οὐσίαν λέγομεν ἐπὶ θεοῦ τὸ ἀγέννητον. τὸ δὲ μὴ γεγεννῆσθαι αὐτὸν δι' αὐτοῦ μεμαθήκαμεν, καὶ τοῦτο οὐκ ἀπὸ τῆς θείας γραφῆς, ἀλλ' ἀπὸ τῆς ἀνθρωπίνης φύσεως καὶ ἐννοίας. τὸ τοίνυν ἀγέννητον τοῦ γεννητοῦ αἴτιον οὐκ ἔστιν· οὐ γὰρ τὸ μὴ γεγεννῆσθαι τὸν θεὸν τοῦ υἱοῦ αἴτιον, ἀλλ' ἡ οὐσία τῆς οὐσίας ὡς τὸ φῶς τοῦ ἀπαυγάσματος. ἀλλ' οὔτε μὴν τὸ γέννημα συνεισφέρει τὴν ἑαυτοῦ οὐσίαν, ἢ γὰρ ἂν πάντα τὰ γεννητὰ τὴν αὐτὴν συνεισέφερον οὐσίαν, καὶ ἄγγελος καὶ ἵππος καὶ κύων καὶ ἄνθρωπος, πάντα γὰρ ὁμοίως εἰσὶ γεννητά, ἀλλ' οὐ τῆς αὐτῆς οὐσίας. εἰ δὲ τοῦτο, οὐκ ἄρα τὸ γεννητὸν οὐσία. κἂν μὴ οὖν εἰσάγηται τί τὸ ἀγέννητον, ἀλλ' οὐ παρὰ τοῦτο οὐσία, καὶ γὰρ καὶ τὸ ἀψευδὲς οὐδὲν εἰσ άγει καὶ οὐκ ἔστιν οὐσία· εἰ γὰρ τὸ ἀψευδὲς οὐσία καὶ τὸ ἀγέννητον οὐσία, ταὐτόν ἐστι τὸ ἀψευδὲς τῷ ἀγεννήτῳ. ἀψευδὴς δὲ ὁ υἱὸς ἀλήθεια ὤν, ἀγέννητος ἄρα· οὐκ ἀγέννητος δὲ κατὰ σέ, ἀψευδὴς δέ. οὐ ταὐτὸν ἄρα σημαινόμενόν ἐστι τὸ ἀψευδὲς τῷ ἀγεννήτῳ. εἰ δὲ οὐκ ἔστι ταὐτὸν σημαινόμενον, οὐκ ἄρα οὐσία τὸ ἀγέννητον, ἐπειδὴ μηδὲ τὸ ἀψευδές. Ἀνόμ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οἷα ἡ τοῦ θεοῦ τοῦ παντοκράτορος, πῶς τὴν μὲν παθητὴν ἐρεῖς, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ πάθους ἐστὶν ὑπεύθυνος συγχωρηθεῖσα, τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτῳ ἐπιτρέψαι ὀφείλεται κατὰ τὰς προειρημένας· ἢ τό γ' οὖν ἀκόλουθον τὴν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην. Ὀρθ. Ἔδει μὲν οὖν ἡμᾶς πρὸς τὸ ἀνακόλουθον τῶν προτάσεων καὶ τῶν ἐπαγωγῶν μήτε ἀποκρίνασθαι, ἵνα δὲ μὴ δόξῃς φρόνιμος