1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

Εἰ μὴ ἥνωτο τῇ θεότητι, ναί. καὶ μὴ λέγε νοῦν ἀνθρώπου , οὐ γὰρ ἄλλου τινὸς ἀνθρώπου εἶχε νοῦν, ἀλλ' εἰ ἄρα εἰπέ, ἀνθρωπίνου νοῦ μετεῖχεν ὁ λόγος ὡς ἀνθρωπίνης σαρκός. Ἀπολ. Πῶς δύναται ἀνθρώπινος νοῦς μὴ τρέπεσθαι; Ὀρθ. Ὡς τὸ θνητὸν τοῦτο ἐνδυθὲν ἀθανασίαν οὐκέτι ἀποθνήσκει, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδυθὲν ἀφθαρσίαν οὐκέτι φθείρεται, οὕτως καὶ ὁ νοῦς θεωθεὶς ἑνώσει θεοῦ λόγου οὐ τρέπεται. Ἀπολ. Οὐκοῦν καὶ οἱ ἅγιοι ἄτρεπτον εἶχον νοῦν; Ὀρθ. Οὔ. Ἀπολ. ∆ιὰ τί; οὐκ ἦν καὶ ἐν αὐτοῖς ὁ λόγος; Ὀρθ. Ἀλλ' ἐν τοῖς ἁγίοις οὐ καθ' ἕνωσιν ἦν, ἀλλὰ κατὰ τὴν τοῦ πνεύ ματος χάριν διαφόρως ἐν αὐτοῖς ἐνεργοῦντος· ἐν ταῦθα δὲ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ οἱ μὲν ἅγιοι μέτοχοι τοῦ λόγου ἦσαν, ἐνταῦθα δὲ ὁ λόγος μετέσχε τῆς ἀνθρωπότητος. Ἀπολ. Εἰπὲ αἵματος καὶ σαρκὸς ὡς γέγραπται. Ὀρθ. Ἔθος τῇ γραφῇ τὸν ὅλον ἄνθρωπον σάρκα καὶ αἷμα καλεῖν, ὡς ὅταν λέγῃ· "οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι", καὶ "ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύμα τός μου ἐπὶ πᾶσαν σάρκα", καὶ πάλιν· "οὐ μὴ κατα μείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς ἀνθρώπους τούτους διὰ τὸ εἶ ναι αὐτοὺς σάρκας" καὶ ὅσα τοιαῦτα. Ἀπολ. Τί ἐστιν· οἱ ἅγιοι μετέσχον καὶ ὁ θεὸς λόγος μετέσχεν; τίς ἡ διαφορά; Ὀρθ. Ὅτι οἱ ἅγιοι πρότερον ὑπῆρξαν καὶ τότε μετέσχον θεοῦ λόγου· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ ὁ ὢν πρὸ τῶν αἰώνων θεὸς λόγος, βουληθεὶς ἐν μ28.1257 ανθρωπῆσαι ἡγίασε τὴν παρθένον καὶ ἥνωσεν ἑαυ τῷ ἐξ αὐτῆς σῶμα οὐ πρότερον ὑπάρξαν καὶ τότε ἑνώσας, ἀλλ' ἐν αὐτῇ τῇ ὑπάρξει ἑνώσας. Ἀπολ. ∆ύο οὖν ἡγεμονικὰ ἐν τῷ σώματι ἦσαν, ὁ θεὸς λόγος καὶ ὁ ἀνθρώπινος νοῦς· Ὀρθ. Οὔ, ἀλλ' αὐτὸς ὁ λόγος ἡγεμόνευε τοῦ νοῦ. Ἀπολ. Πῶς οἷόν τε μὴ εἶναι δύο; Ὀρθ. Ὡς τὸ λευκὸν τῆς ἐρέας καταχρωσθὲν χρώματι πορφύρας οὐ δίχρωμόν ἐστιν, ἀλλ' ἕν, οὕτως ὁ νοῦς καταλαμπόμενος καὶ ἀποθεωθεὶς ἕν ἐστιν, καὶ οὐκ ἔστι δύο ἡγεμονικά. οὐ γὰρ ἄλλο τι βούλεται ὁ νοῦς καὶ ἄλλο τι ὁ λόγος, ἀλλ' ὥσπερ μουσικὸς καὶ τὸ ὄργανον οὐ δύο μουσικοί, οὕτως θεὸς λόγος καὶ νοῦς ἀνθρώπινος οὐ δύο ἡγεμονικά. ἀντὶ γὰρ ὀργάνου τῷ νῷ τῷ ἀνθρωπίνῳ κέχρηται ὁ λόγος. Ἀπολ. Ἀλλὰ τὸ ὄργανον τοῦ μουσικοῦ ἄνουν ἐστίν. Ὀρθ. Καὶ ὁ μουσικὸς θνητός· ἐνταῦθα δὲ ὁ λόγος ἀθάνατος ὢν τῷ νῷ κέχρηται ὀργάνῳ, καὶ ὥσπερ ἐν ἡμῖν ὁ νοῦς τῷ σώματι κέχρηται ὀργάνῳ εἰς τὰ διὰ τοῦ σώματος ἐπιτελούμενα, οὕτως ἐκεῖ ὁ λόγος τῷ νῷ κέχρηται ὀργάνῳ εἰς τὰ διὰ τοῦ νοῦ ἐπιτε λούμενα. Ἀπολ. Τοῦ σώματος τίς ἡ χρεία; Ὀρθ. ∆ιὰ πολλά· ὅτι ὀφθῆναι ἠθέλησε, καὶ ὅτι τὸ συναμφότερον ἦν ἀπολόμενον καὶ διὰ τοῦ ὁμοίου τὸ ὅμοιον σῶσαι σταυρῷ καὶ πάθει ἑκουσίῳ ηὐδόκησεν. καὶ ἐν μὲν τῷ ἑκουσίῳ πάθει τῷ νῷ κέχρηται, ὡς προεῖπον, ὀργά νῳ, ἐν δὲ τοῖς σωματικοῖς τῷ σώματι· καὶ οὕτως ζητήσας καὶ εὑρὼν ἥνωσε καὶ ἔσωσε τὸ ἀπολωλός. Ἀπολ. Ποίοις λέγεις σωματικοῖς; Ὀρθ. Σταυρῷ, ταφῇ, περιπάτῳ, ἁφῇ, βρώσει, πόσει καὶ ὅσα τούτοις ἀκόλουθα. Ἀπολ. Θεὸς ἦν ὁ λόγος ὁ γεννηθεὶς ἐκ Μα ρίας; Ὀρθ. Ὁ γεννηθεὶς ἐκ Μαρίας. τὸ ἐκ ταύτης ὂν τῆς οὐσίας οὐκ ἦν θεὸς οὐσιωδῶς, ἀλλ' ἑνώσεως οἰκονομίᾳ. Ἀπολ. Καὶ πῶς "εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου" λέγεται; Ὀρθ. Ἐπειδὴ ἐκ τῆς οὐσίας τοῦ πατρὸς ὢν θεὸς λόγος, ἐκ τῆς οὐσίας αὐ τῆς ἔλαβε μορφὴν δούλου "καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος" καρπὸς τῆς κοιλίας αὐτῆς εὑρέθη. Ἀπολ. Συνῆπται οὖν ὁ λόγος τῷ γεννηθέντι σώματι ἐξ αὐτῆς ὡς ζῶον; Ὀρθ. Ὡς ζῷον οὐ γέγραπται, ἀλλ' ὡς θεὸς ἐν ναῷ ζῶντι. Ἀπολ. Καὶ ἐν ἑκάστῳ τῶν ἁγίων οὕτως ἐστὶν ὡς ἐν ναῷ ζῶντι; Ὀρθ. Οὐχ οὕτως. ἕκαστος γὰρ τῶν ἁγίων τοσοῦτον ἐγένετο ναός, ὅσον ἐδυνήθη ἐξ ἀρετῆς καὶ ἀσκήσεως κατορθῶσαι, ἐνταῦθα δὲ "πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικεῖ"· καὶ οἱ μὲν ἅγιοι μορφὴν θεοῦ εἰλήφασιν ἐν ἀρετῇ κατορθώσαν τες, ἐνταῦθα δὲ ὁ λόγος μορφὴν δούλου ἔλαβεν. Ἀπολ. Οὗτος ὁ ἐκ ψυχῆς καὶ σώματος συνεστὼς ναὸς ἄνθρωπός ἐστιν; Ὀρθ. Εἰ χωρὶς τοῦ λόγου νοεῖτο, ναί· εἰ δὲ οὐκ ἔστιν, ὅτε χωρὶς τοῦ λόγου νοεῖται, οὐκ ἔστιν ἄνθρωπος ψιλός, ἀλλὰ θεὸς ἑνώσει τοῦ λόγου. Ἀπολ. Ὁ