1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

ἀνθρωπότητος τὰ πάθη ἑαυτοῦ πάθη ἐλογίζετο, καὶ ὥσπερ ἀδύνατον ἦν προσηλωθῆναι σταυρῷ καὶ ταφῆναι σινδόνι καὶ τεθῆναι ἐν μνήματι ἄνευ σώμα τος, οὕτως ἀδύνατον ἦν αὐτὸν ἀγωνιᾶσαι ἄνευ ψυχῆς λογικῆς· ἄλογος γὰρ ψυχὴ οὐκ ἀγωνιᾷ προγινώ σκουσα θάνατον, ἀλλ' ὡς βοῦς ἐπὶ σφαγὴν ἄγεται ἢ καὶ ὡς ἕτερόν τι τῶν ἀλόγων. Ἀπολ. Οὐκοῦν οὐκ ἐγένετο ἄνθρωπος ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ' ἐν ἀνθρώπῳ; ἀδύνατον δὲ τὸν ἐν ἀνθρώπῳ γενόμενον, τοῦτον εἶναι ἄνθρωπον. Ὀρθ. Λέγεις γεγονέναι τὸν λόγον σάρκα ἢ οὔ; Ἀπολ. " ̔Ο λόγος σὰρξ ἐγένετο" γέγραπται. Ὀρθ. Τρα πεὶς εἰς σάρκα ἢ ἐν σαρκὶ γενόμενος; Ἀπολ. Ἐν σαρκὶ γενόμενος. Ὀρθ. Εἰ ἀδύνατον ἦν αὐτὸν ἄνθρωπον γενέσθαι γενόμενον ἐν ἀνθρώπῳ, καὶ ἀδύνατον ἦν αὐτὸν σάρκα γενέσθαι γενόμενον ἐν σαρκί. εἰ δὲ ἐν σαρκὶ γενόμενος σὰρξ λέγεται γεγενῆσθαι, οὐ τραπεὶς εἰς σάρκα, καὶ ἐν ἀνθρώπῳ γενόμενος ἄνθρωπος λέγεται γεγε νῆσθαι, οὐ τραπεὶς εἰς ἄνθρωπον. Ἀπολ. Τίς ἦν ὁ λέγων· "θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;" ὁ θεὸς λόγος ἢ ὁ ἄνθρωπος; Ὀρθ. Ὡς τὴν ταφὴν τοῦ σώματος καὶ τὰ ἐνδύματα αὐτοῦ λέγω τοῦ λόγου οὐ φύσει θεότητος, ἀλλ' ἑνώσεως οἰκονομίᾳ, οὕτω καὶ τὰς φωνὰς τὰς ψυχικὰς καὶ τὰ πάθη τὰ ψυ χικὰ ἀγωνιᾷν, καὶ ὅσα λέγεται περὶ αὐτοῦ μ28.1264 ἐν εὐαγγελίοις τοῦ θεοῦ λόγου λέγω οὐ φύσει θεό τητος, ἀλλ' ἑνώσεως οἰκονομίᾳ, καὶ γὰρ αὐτὸ τὸ σῶμα αὐτοῦ οὐ φύσει θεότητος ἦν αὐτοῦ σῶμα, ἀλλ' ἑνώσεως οἰκονομίᾳ. ὥσπερ οὖν τὸ σῶμα ἰδιοποιεῖται λέγων· "ἐὰν μὴ φάγητέ μου τὸ σῶμα", οὕτω καὶ τὴν ψυχὴν ἰδιοποιεῖται λέγων· "τὴν ψυχήν μου οὐδεὶς αἴρει ἀπ' ἐμοῦ", οὕτω καὶ τὰ πάθη τοῦ συναμφοτέρου οἰκειοῦται· ὡς γὰρ αὐτοῦ σῶμα οἰκονο μικῶς, οὕτως αὐτοῦ ταφὴ ἡ ταφὴ τοῦ σώματος, καὶ ὡς αὐτοῦ ψυχὴ οἰκονομικῶς, οὕτως αὐτοῦ φωνὴ ἡ φωνὴ τῆς ψυχῆς, ἵνα ᾖ καὶ ἡ ταφὴ τοῦ σώματος αὐτοῦ τοῦ λόγου οἰκονομικῶς, καὶ ἡ φωνὴ τῆς ψυχῆς αὐτοῦ τοῦ λόγου φωνὴ οἰκονομικῶς· αὐτὸς γὰρ ἦν ὁ λόγος φωνῶν τὰ τῆς ψυχῆς ἴδια. Ἀπολ. Ἡμεῖς λέγομεν ὅτι ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος ἄνθρωπος γενέσθαι κατηξίωσε σάρκα λαβὼν ἐκ τῆς ἁγίας παρθένου Μαρίας καὶ ἦν θεὸς σαρκωθεὶς ὡς ἄνθρωπος εὑρεθείς. Ὀρθ. Μὴ λέγε ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος , ἀλλὰ μᾶλλον εἰπὲ ὁ φιλόσαρκος· εἰ γὰρ οὐ κατηξίωσεν ἑνωθῆναι ἀνθρώπῳ, πῶς φιλάνθρωπος; Ἀπολ. Φιλῶν τὸν ἄν θρωπον τῇ ἀνθρωπίνῃ σαρκὶ ἥνωτο, ἵνα ᾖ ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπος. Ὀρθ. Οὐκ ἔτι οὐδὲ ἀνθρωπίνη σάρξ ἐστιν ἡ μὴ οὖσα ἔμψυχος λογική· πῶς γὰρ ἡ μὴ ψυχωθεῖσα ψυχῇ λογικῇ σὰρξ ἀνθρωπίνη δύναται εἶναι; ἡ γὰρ σὰρξ σάρξ ἐστιν, καὶ ἡ ψυχὴ ψυχή ἐστιν. τότε δὲ ἄνθρωπος λέγε ται, ὅτε ἡ λογικὴ ψυχὴ σωματοῦται καὶ τὸ σῶμα ψυχοῦται, οὐκ ἄρα ἀνθρωπίνη σὰρξ ἡ μὴ κοινωνήσασα ψυχῇ λογικῇ. Ἀπολ. Τῶν γηίνων σωμάτων ὅταν τι προσλάβῃ ψυχὴν λογικὴν, ἄνθρωπος γίνεται, ἐὰν δὲ ἄλογον ψυχὴν προσλάβῃ, ζῶον ἕτερον παρὰ τὸν ἄνθρωπον γίνεται. ἐκ δὲ ταύτης τῆς ὕλης ὁ κύ ριος ἑαυτῷ διαπλασάμενος σῶμα καὶ τοῦτο ζωώσας τῇ ἰδίᾳ οὐσίᾳ, ὅπερ πέφυκε μὲν ψυχὴν ἔχον κοινὸν ἀποτε λεῖν ζῶον, τούτῳ δὲ καὶ τὰς ἰδίας ἐνεργείας μεταδε δωκὼς ἐποίει ζῶον θεόν, θεὸν μὲν κατὰ τὸ εἶδος, ἄνθρωπον δὲ κατὰ τὴν ὕλην. Ὀρθ. Τὸ κατὰ τὸ εἶδος μ28.1264 οὐ νοῶ, θέλεις εἰπεῖν κατὰ θεότητα; Ἀπολ. Σῶμα μεμορφώμενον, ταῖς θεϊκαῖς καταλαμπόμενον ἐνεργείαις. Ὀρθ. Τὰς θεϊκὰς οὖν ἐνεργείας εἶδος λέγεις; Ἀπολ. Ναί. Ὀρθ. Εἰ ὅταν τι τῶν γηίνων σωμάτων προσλάβῃ ψυχὴν λογικὴν, ἄνθρωπος γίνεται, τότε καὶ ἀνθρώπινον σῶμα ἀκούει καὶ γίνεται· μὴ προσλαβὸν ψυχὴν λογικὴν οὐδὲ ἀνθρώπινόν ἐστι σῶμα, τὸ δὲ μὴ ὂν ἀνθρώπινον σῶμα, πῶς ἄνθρωπος λέγεις κατὰ τὴν ὕλην , τῆς ὕλης τότε ἀνθρωπίνης οὔσης, ὅτε ψυχῆς λογικῆς προσλαμβάνει; ἐγὼ δὲ καὶ ἀνέγνων τοῦ διδασκάλου ὑμῶν Ἀπολιναρίου ὁμολογίαν, ἐν ᾗ ὁμοούσιον λέγει τὸ σῶμα τοῦ κυρίου ἡμῶν τῇ Μαρίᾳ, Μαρία δὲ ἡμῖν. Ἡμῖν ἄρα ὁμοούσιον τὸ κυριακὸν σῶμα, ἐπειδὴ καὶ ἀνθρώπινον. Ἀπολ. Πῶς λέγεις κυριακὸν σῶμα, ὁπότε ἀνθρώπου κατασκευάζεις; Ὀρθ. Ἐγὼ καὶ