1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

γεγεννῆσθαι τὸν θεὸν, ὡς τὸ ἀψευδὲς τὸ μὴ ψεύδεσθαι καὶ τὸ ἄφθαρτον τὸ μὴ φθείρεσθαι. Ἀνόμ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ' οὐσίαν σημαίνει. Ὀρθ. Εἰ οὐσίαν σημαίνει τὸ ἀγέννητον καὶ οὐσίαν τὸ γεννητὸν, οὐσία δὲ οὐσίας οὐδὲν διαφέρει, ᾗ οὐσία ἐστίν· οὐδὲν ἄρα διαφέρει τὸ ἀγέννητον τοῦ γεννητοῦ. Ἀνόμ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγεννήτου ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος οὐκ ἔξωθεν ἐμφαίνουσα τὸ ἀπρόσιτον αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος ἐπειδὴ ἀγέννητος. Ὀρθ. Εἰ διὰ τὴν τοῦ ἀγεννήτου προσηγορίαν ἀσύγκριτον λέγεις τὴν τοῦ θεοῦ οὐσίαν καὶ ἀπρόσιτον, ὁ υἱὸς κατὰ σὲ μὴ ὢν ἀγέννητος οὔτε ἀσύγκριτος οὔτε ἀπρόσιτος, οὐκ ἄρα διὰ τὸ ἀγέννητον ἀσύγκριτος. πῶς δὲ καὶ ἀσύγκριτός ἐστιν ὁ πατὴρ τῷ λέγοντι· "ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ", ἢ πῶς ἀσύγκριτος τῷ λέγοντι· "πάντα γὰρ ὅσα ἂν ποιῇ ὁ πατὴρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ"; ἢ πῶς ἀσύγκριτος τῷ λέγοντι· "πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν", καὶ ἐν ἄλλοις· "τὰ ἐμὰ σὰ καὶ τὰ σὰ ἐμά"; καὶ πῶς ἀσύγκριτος τῷ λέγοντι· "ἵνα τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα"; Ἀνόμ. Εἰ ὑπερέχει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπερέχει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μή ἐστιν αἰτίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασώζεσθαι; Ὀρθ. Εἰ διὰ τοῦτο ὑπερ έχει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὁ υἱὸς, κατὰ σὲ μὴ ὢν ἀγέννητος, οὐχ ὑπερέχει πάσης φύσεως, οὐκ ἄρα διὰ τὸ ἀγέννητον ὑπερέχει ὁ πατὴρ πάσης φύσεως, ἀλλ' ᾧ λόγῳ ὁ πατὴρ ὑπερέχει πάσης φύσεως, τούτῳ τῷ λόγῳ καὶ ὁ υἱὸς ὑπερέχει πάσης φύσεως· ὑπερέχει δὲ ὁ πατὴρ τῇ φύσει τῆς θεότητος, ταύτῃ καὶ ὁ υἱὸς ὑπερέχει πάσης φύσεως. Ἀνόμ. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προ μ28.1197 υπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ἂν ὁ ἀγέννητος θεὸς ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννή ματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν πρώτου καὶ δευτέρου τάξιν; Ὀρθ. Οὐδὲν μὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, ἀλλ' ἐν τῇ ἐξουσίᾳ τοῦ δημιουργοῦ κατὰ τὰς θείας γραφὰς "μὴ ὄντα ὡς ὄντα" εἰσίν. ὁ δὲ υἱὸς ἐν τῇ οὐσίᾳ τοῦ πατρὸς ὢν καὶ ἔστι καὶ ἔσται ὡς ἀπαύγασμα δόξης καὶ χαρακτὴρ ὑποστάσεως συνεπιθεωρούμενος τῷ γεννήσαντι αὐτὸν ἀπαθῶς ἀχρόνως ἀιδίως, οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν πρὸ τῶν αἰώνων ὑπάρχων. ὁ δὲ ἀγέννητος θεὸς τὴν ἑαυτοῦ οὐσίαν οἶδεν ἀγέννητον ὡς καὶ ἀψευδῆ καὶ ἄφθαρτον καὶ ἀσώματον καὶ ἀθάνατον καὶ οὐχ ὁρᾷ τὴν ἑαυτοῦ οὐσίαν νῦν μὲν ἀγέννητον, νῦν δὲ γεννητήν, ἀλλ' ὃ ὁρᾷ ἑαυτὸν, τοῦτο ὁρᾷ καὶ τὴν ἑαυτοῦ εἰκόνα. τίς δέ ἐστι τὴν οὐσίαν οὔτε ἡμῖν ἀπεκάλυψεν οὔτε τοῖς πρὸ ἡμῶν, λέγει γὰρ καθὼς προείρηται· "ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, τοὺς πατέρας ὑμῶν, θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου οὐκ ἐγνώρισα αὐτοῖς". Ἀνόμ. Εἰ διαμένει ἐν ἀγεννήτῳ φύσει ὁ θεὸς, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφαιρείσθω· συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφεν οὐσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν δια τελεῖ φύσει γινώσκει ἑαυτὸν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον οὐσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ ἀγέννητον, διὰ μεταβολῆς ἐπιτηδειότητα ἀξίωμα φύσεώς ἐστιν ἡ οὐσία ἀμετά βλητος τῆς ἀγεννήτου οὐσίας πάσης οὐσίας κρείττονος ὁμολογουμένης. Ὀρθ. Εἰ καὶ διαμένει ἀγέννητος ὁ θεὸς, ἀλλ' οὐκ ἔστιν αὐτοῦ τοῦτο φύσις, ἀλλ' ὅτι μὴ ἐγένετο τοῦτο ἔγνωμεν, τίς δέ ἐστιν ἡ