1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

In laudem Athanasii

ΛΟΓΟΣ ΚΑʹ.

Εἰς τὸν μέγαν Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας.

Αʹ. Ἀθανάσιον ἐπαινῶν, ἀρετὴν ἐπαινέσομαι. Ταυτὸν γὰρ, ἐκεῖνόν τε εἰπεῖν, καὶ ἀρετὴν ἐπαινέσαι, ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες, κἂν ἐνθένδε ἀπαλλα 35.1084 γῶσι. Καθ' ὃ καὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἀκούει Θεὸς, ὁ Θεὸς, ὡς οὐ νεκρῶν Θεὸς, ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν, Θεὸν ἐπαινέσομαι, παρ' οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ, καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι, ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων, ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον, ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοη τοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον, ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπ εργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν, αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δη μιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον, εἰς ὃν πᾶσα ἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέ ρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον, ἢ ὅλως ἕξει, οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος, ἢ πολυπραγμονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρε κτῶν ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνά παυσις.

Βʹ. Ὧτινι μὲν οὖν ἐξεγένετο, διὰλόγου καὶ θεω ρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο, εἴτε νέφος χρὴ λέγειν, εἴτε προκάλυμμα, Θεῷ συγγενέσθαι, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθ όσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει· μακάριος οὗτος, τῆς τε ἐντεῦθεν ἀναβάσεως, καὶ τῆς ἐκεῖσε θεώσεως, ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται, καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι, διὰ τὴν ἐν τῇ Τριάδι νοουμέ νην ἑνότητα. Ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρων ἐγένετο, καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη, ὡς μὴ δυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς, μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι, γεγονὼς ἄνωθεν, καὶ πρὸς τὰ ἄνω καλούμενος· ἄθλιος οὗτος ἐμοὶ τῆς τυ φλώσεως, κἂν εὐροῇ τοῖς ἐνταῦθα· καὶ τοσούτῳ πλέον, ὅσῳπερ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται, καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος κα λοῦ, πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος, ἢ ζόφον κατακριθῆναι, ἢ ὡς πῦρ ἰδεῖν, ὃν ὡς φῶς οὐκ ἐγνώρισεν. 35.1085

Γʹ. Ταῦτα ὀλίγοις μὲν ἐφιλοσοφήθη, καὶ τῶν νῦν, καὶ τῶν πάλαι (ὀλίγοι γὰρ οἱ τοῦ Θεοῦ, εἰ καὶ πάντες πλάσματα), νομοθέταις, στρατηγοῖς, ἱερεῦσι, προφή ταις, εὐαγγελισταῖς, ἀποστόλοις, ποιμέσι, διδασκάλοις, καὶ παντὶ πνευματικῷ πληρώματι καὶ συ στήματι, ἐν δὲ τοῖς πᾶσι, καὶ τῷ νῦν ἐπαινουμένῳ. Τίνας δὴ λέγω τούτους; Οἷον τὸν Ἐνὼχ ἐκεῖνον, τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺδώδεκα πατριάρχας, τὸν Μωϋσέα, τὸν Ἀαρὼν, τὸν Ἰησοῦν, τοὺς Κριτὰς, τὸν Σαμουὴλ, τὸν ∆αβὶδ, τὸν Σολομῶντα μέχρι τινὸς, τὸν Ἡλίαν, τὸν Ἐλισσαῖον, τοὺς πρὸ τῆς αἰχμαλωσίας προφήτας, τοὺς με τὰ τὴν αἰχμαλωσίαν· καὶ τὰ τελευταῖα δὴ ταῦτα τῇ τάξει, καὶ πρῶτα τῇ ἀληθείᾳ, ὅσα περὶ τὴν Χριστοῦ σάρκωσιν, ἤτοι πρόσληψιν, τὸν πρὸ τοῦ φω τὸς λύχνον, τὴν πρὸ τοῦ Λόγου φωνὴν, τὸν πρὸ τοῦ Μεσίτου μεσίτην,