1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

5

θεότητος ἔκφυλον· καὶ τὸ ἓν καλῶς ἐτήρησε, θεότητι γάρ· καὶ τὰ τρία εὐσεβῶς ἐδίδαξεν, ἰδιότησι γάρ· οὔτε τῷ ἑνὶ συγχέας, οὔτε τοῖς τρισὶ διαστή σας, ἀλλ' ἐν ὅροις μείνας τῆς εὐσεβείας, τῷ φυγεῖν τὴν ἄμετρον ἐπὶ θάτερα κλίσιν τε καὶ ἀντίθεσιν.

Ι∆ʹ. Καὶ διὰ τοῦτο πρῶτον μὲν ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ ταύτῃ συνόδῳ, καὶ τῷ τῶν τρια κοσίων ὀκτὼ καὶ δέκα ἀριθμῷ ἀνδρῶν λογάδων, οὓς τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἓν ἤγαγεν, ὅσον ἦν ἐπ' αὐτῷ, τὴν νόσον ἔστησεν· οὔπω μὲν τεταγμένος ἐν ἐπισκόποις, τὰ πρῶτα δὲ τεταγμένος τῶν συνεληλυθότων· καὶ γὰρ ἦν ἀρετῆς οὐχ ἧττον ἢ βαθμῶν ἡ προτίμησις. Ἔπειτα τοῦ κακοῦ ῥιπισθέντος ἤδη ταῖς αὔραις τοῦ πονηροῦ, καὶ τὸ πλεῖον ἐπιλαμβάνοντος (ἐνταῦθά μοι καὶ τὰ δρά ματα, ὧν πᾶσα μικροῦ πλήρης γῆ τε καὶ θάλασσα), πολὺς μὲν περὶ αὐτὸν ὁ πόλεμος, ὡς γενναῖον προ 35.1097 στάτην τοῦ Λόγου· (πρὸς γὰρ τὸ ἀντιτεῖνον μάλιστα ἡ παράταξις, καὶ ἄλλοθεν ἄλλο τι τῶν δεινῶν περιῤῥέον· εὑρέτις γὰρ κακῶν ἡ ἀσέβεια, καὶ λίαν τολμηρὸν εἰς ἐγχείρησιν· πῶς δὲ ἀνθρώπων ἔμελλον φείδεσθαι, οἱ θεότητος μὴ φεισάμενοι;) μία δὲ προσβολῶν καὶ χαλεπωτάτη. Συνεισφέρω τι καὶ αὐτὸς τῷ δράματι· ἀλλά μοι παρῃτήσθω τὸ φίλον ἔδαφος ἡ πατρίς· οὐ γὰρ τῆς ἐνεγκούσης, ἀλλὰ τῶν προελομένων ἡ πονηρία. Ἡ μὲν γὰρ ἱερά τε καὶ πᾶσιν ἐπ' εὐσεβείᾳ γνώριμος· οἱ δὲ ἀνάξιοι τῆς τεκούσης αὐτοὺς Ἐκκλησίας. Φύεσθαι δὲ καὶ ἐν ἀμπέλῳ βάτον ἠκούσατε· καὶ Ἰούδας, τῶν μαθητῶν εἷς, ὁ προδότης.

ΙΕʹ. Εἰσὶ μὲν οὖν, οἳ μηδὲ τὸν ὁμώνυμον ἐμοὶ τῆς αἰτίας ἀφιᾶσιν· ὃς κατὰ παιδεύσεως ἔρωτα, τῇ Ἀλεξανδρέων ἐπιδημῶν τότε πόλει, καὶ πάσης παρ' αὐτοῦ τυχὼν δεξιώσεως, ἴσα καὶ παί δων ὁ τιμιώτατος, καὶ τῶν τὰ μέγιστα πιστευομέ νων εἷς ὢν, ἐπανάστασιν, ὥς φασι, βουλεύεται τῷ πατρὶ καὶ προστάτῃ. Καὶ ἦν τὸ μὲν δρᾶμα ἑτέρων, ἡ δὲ χεὶρ Ἀβεσσαλὼμ μετ' αὐτῶν, ὡς ὁ λόγος. Εἴ τις ὑμῶν οἶδε τὴν χεῖρα, ἣν ὁ ἅγιος κατεψεύσθη, καὶ τὸν ζῶντα νεκρὸν, καὶ τὴν ἄδικον ἐξορίαν, οἶδεν ὃ λέγω. Πλὴν τοῦτο μὲν ἑκὼν ἐπιλήσομαι. Καὶ γὰρ οὕτως ἔχω ἐν τοῖς ἀμφιβόλοις, νεύειν χρῆναι πρὸς τὸ φιλάνθρωπον, καὶ ἀπογινώ σκειν μᾶλλον, ἢ καταγινώσκειν τῶν ὑπαιτίων. Ὁ μὲν γὰρ κακὸς τάχιστα ἂν καταγνοίη καὶ τοῦ ἀγα θοῦ· ὁ ἀγαθὸς δὲ οὐδὲ τοῦ κακοῦ ῥᾳδίως. Τὸ γὰρ εἰς κακίαν οὐχ ἕτοιμον, οὐδὲ εἰς ὑπόνοιαν εὐχε ρές. Ὃ δὲ οὐκ ἔτι λόγος, ἀλλ' ἔργον ἐστὶν, οὐδὲ ὑπόνοιά τις ἀνεξέταστος, ἀλλὰ πίστις κεκηρυ γμένη.

Ιςʹ. Τέρας τι Καππαδόκιον, ἐκ τῶν ἐσχατιῶν τῶν ἡμετέρων ὁρμώμενον, πονηρὸν τὸ γένος, πο νηρότερον τὴν διάνοιαν, οὐδὲ παντελῶς ἐλεύθερον, ἀλλ' ἐπίμικτον, οἷον τὸ τῶν ἡμιόνων γινώσκομεν· 35.1100 τὰ μὲν πρῶτα τραπέζης ἀλλοτρίας δοῦλον, καὶ μάζης ὤνιον, πάντα καὶ ποιεῖν καὶ λέγειν ἐπὶ τῇ γαστρὶ μεμαθηκός· τὰ τελευταῖα δὲ καὶ πολιτείᾳ παρεισφθαρὲν, καὶ πιστευθὲν ταύτης τὰ ἔσχατα, ὅσον ὑείων κρεῶν ὑποδοχέα γενέσθαι, οἷς τὸ στρα τιωτικὸν τρέφεται· εἶτα κακὸν περὶ τὴν πίστιν γενόμενον, καὶ τῇ γαστρὶ πολιτευσάμενον, ἐπειδὴ τὸ σῶμα ὑπελείπετο μόνον, δρασμὸν ἐννοεῖ, καὶ ἄλλην ἐξ ἄλλης ἀμείβων χώραν καὶ πόλιν, οἷα τὰ τῶν φυγάδων, τέλος ἐπὶ κακῷ τοῦ κοινοῦ τῆς Ἐκκλησίας, οἷόν τις Αἰγυπτιακὴ πληγὴ, τὴν Ἀλεξαν δρέων καταλαμβάνει. Ἐνταῦθα τῆς ἄλης ἵσταται, καὶ τῆς κακουργίας ἄρχεται. Καὶ ἦν τἄλλα μὲν οὐδενὸς ἄξιος, οὐ λόγων ἐλευθερίων μετεσχηκὼς, οὐ τὴν συνουσίαν στωμύλος, οὐκ εὐλαβείας σχῆμα γοῦν τι καὶ πλάσμα κενὸν περικείμενος, κα κουργῆσαι δὲ, καὶ συγχέαι πράγματα πάντων δεινότατος.

ΙΖʹ. Ἴστε καὶ διηγεῖσθε πάντες, οἷα κατὰ τοῦ ἁγίου νεανιεύεται. Παραδίδονται γὰρ καὶ δίκαιοι πολλάκις εἰς χεῖρας ἀσεβῶν, οὐχ ἵνα ἐκεῖνοι τιμη θῶσιν, ἀλλ' ἵνα οὗτοι δοκιμασθῶσι· καὶ φαῦλοι μὲν ἐν θανάτῳ ἐξαισίῳ, κατὰ τὸ γεγραμμένον, καταγελῶνται δὲ ὅμως πρὸς τὸ παρὸν εὐσεβεῖς, ἕως ἡ χρηστότης τοῦ Θεοῦ κρύπτεται, καὶ τὰ μεγάλα ταμιεῖα τῶν ὕστερον ἑκατέροις ἀποκειμένων· ἡνίκα