1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

μεσίτην Παλαιᾶς ∆ιαθήκης καὶ Νέας, Ἰωάννην τὸν πάνυ, τοὺς Χριστοῦ μαθητὰς, τοὺς μετὰ Χριστὸν, ἢ λαοῦ προκαθεσθέντας, ἢ διὰ λό γου φανερωθέντας, ἢ διὰ σημείων γνωρισθέντας, ἢ τελειωθέντας δι' αἵματος.

∆ʹ. Τούτων Ἀθανάσιος, τοῖς μὲν ἡμιλλήθη, τῶν δὲ μικρὸν ἀπελείφθη, ἔστι δὲ οὓς καὶ ὑπερέσχεν, εἰ μὴ τολμηρὸν εἰπεῖν· καὶ τῶν μὲν τὸν λόγον, τῶν δὲ τὴν πρᾶξιν, τῶν δὲ τὸ πρᾶον, τῶν δὲ τὸν ζῆλον, τῶν δὲ τοὺς κινδύνους, τῶν δὲ τὰ πλείω, τῶν δὲ τὰ ἅπαντα μιμησάμενος, καὶ ἄλλο ἀπ' ἄλλου κάλλος λα βὼν, ὥσπερ οἱ τὰς μορφὰς μεθ' ὑπερβολῆς γράφον τες, καὶ εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συναγαγὼν, ἓν ἀρετῆς εἶδος ἐκ πάντων ἀπηκριβώσατο, τοὺς μὲν ἐν λόγῳ δεινοὺς τῇ πράξει, τοὺς πρακτικοὺς δὲ τῷ λόγῳ νικήσας· εἰ βούλει δὲ, λόγῳ μὲν τοὺς εὐδοκίμους ἐν λόγῳ, πράξει δὲ τοὺς πρακτικωτάτους ὑπερβαλών· καὶ τοὺς μὲν κατ' ἀμφότερα μέσως ἔχοντας, τῷ περὶ τὸ ἕτερον ὑπερβάλλοντι· τοὺς δὲ καθ' ἕτερον ἄκρους, τοῖς ἀμφοτέροις παραδραμών. Καὶ εἰ μέγα τοῖς προλαβοῦσι, τὸ παράδειγμα τούτῳ γενέσθαι τῆς ἀρετῆς, οὐχ ἧττον εἰς εὐφημίαν τῷ ἡμετέρῳ καλῷ, τὸ τοῖς μετ' αὐτὸν γενέσθαι παράδειγμα.

Εʹ. Πάντα μὲν δὴ τὰ ἐκείνου λέγειν τε καὶ θαυμά ζειν μακρότερον ἂν εἴη τυχὸν, ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου, καὶ ἱστορίας ἔργον, οὐκ εὐφημίας· ἃ καὶ ἰδίᾳ παραδοῦναι γραφῇ παίδευμά τε καὶ ἥδυ σμα τοῖς εἰς ὕστερον, εὐχῆς ἔργον ἐμοὶ, ὥσπερ ὃν 35.1088 ἐκεῖνος Ἀντωνίου τοῦ θείου βίον συνέγραφε, τοῦ μοναδικοῦ βίου νομοθεσίαν, ἐν πλάσματι διηγή σεως. Ὀλίγα δὲ ἐκ πολλῶν τῶν ἐκείνου δι εξελθόντες, καὶ ὅσα σχεδιάζει ἡμῖν νῦν ἡ μνήμη ὡς γνωριμώτερα, ἵνα τόν τε ἡμέτερον ἀφοσιω σώμεθα πόθον, καὶ τῇ πανηγύρει τὸ εἰκὸς ἐκ πληρώσωμεν, τὰ πλείω τοῖς εἰδόσι παρήσομεν. Οὐδὲ γὰρ ἄλλως ὅσιον, οὐδὲ ἀσφαλὲς, ἀσεβῶν μὲν βίους τιμᾶσθαι ταῖς μνήμαις, τοὺς δὲ εὐσεβείᾳ δι ενεγκόντας, σιωπῇ παραπέμψασθαι· καὶ ταῦτα ἐν πόλει, ἣν μόλις ἂν καὶ πολλὰ τῆς ἀρετῆς ὑποδεί γματα σώσειεν, ὥσπερ τοὺς ἱππικοὺς καὶ τὰ θέατρα, οὕτω δὴ καὶ τὰ θεῖα παίζουσαν.

ςʹ. Ἐκεῖνος ἐτράφη μὲν εὐθὺς ἐν τοῖς θείοις ἤθεσι καὶ παιδεύμασιν, ὀλίγα τῶν ἐγκυκλίων φιλοσοφήσας, τοῦ μὴ δοκεῖν παντάπασι τῶν τοιούτων ἀπείρως ἔχειν, μηδὲ ἀγνοεῖν ὧν ὑπεριδεῖν ἐδοκίμασεν. Οὐδὲ γὰρ ἠνέσχετο τὸ τῆς ψυχῆς εὐγενὲς καὶ φιλότι μον ἐν τοῖς ματαίοις ἀσχοληθῆναι, οὐδὲ ταυτὸν πα θεῖν τῶν ἀθλητῶν τοῖς ἀπείροις, οἳ τὸν ἀέρα πλείω παίοντες ἢ τὰ σώματα, τῶν ἄθλων ἀποτυγχάνουσι. Καὶ πᾶσαν μὲν Παλαιὰν Βίβλον, πᾶσαν δὲ Νέαν ἐκμελετήσας, ὡς οὐδὲ μίαν ἕτερος, πλουτεῖ μὲν θεωρίαν, πλουτεῖ δὲ βίου λαμπρότητα, καὶ πλέκει θαυμασίως ἀμφότερα, τὴν χρυσῆν ὄντως σειρὰν, καὶ τοῖς πολλοῖς ἄπλοκον· βίῳ μὲν ὁδηγῷ θεωρίας, θεωρίᾳ δὲ σφραγῖδι βίου χρησάμενος. Ἀρχή τε γὰρ σοφίας φόβος Κυρίου, οἷόν τι πρῶτον σπάργανον· καὶ σοφία τὸν φόβον ὑπερβᾶσα, καὶ εἰς τὴν ἀγάπην ἀναβιβάσασα, Θεοῦ φίλους ἡμᾶς καὶ υἱοὺς ἀντὶ δούλων ἐργάζεται.

Ζʹ. Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς ἔδει γε καὶ νῦν τοὺς λαοῦ προστήσεσθαι μέλλοντας, καὶ τὸ μέγα τοῦ Χριστοῦ σῶμα μεταχειρίζεσθαι, κατὰ τὴν μεγάλην τοῦ Θεοῦ βουλήν τε καὶ πρόγνωσιν, ἣ πόῤῥωθεν καταβάλλεται τῶν μεγάλων πραγμάτων τὰς ὑποθέσεις, τῷ μεγάλῳ βήματι τούτῳ ἐγκαταλέ γεται, καὶ τῶν ἐγγιζόντων εἷς τῷ ἐγγίζοντι Θεῷ γίνεται, καὶ τῆς ἱερᾶς ἀξιοῦται στάσεώς τε καὶ τάξεως, καὶ πᾶσαν τὴν τῶν βαθμῶν ἀκολουθίαν διεξελθὼν, ἵνα τὰ ἐν μέσῳ συντέμω, τὴν τοῦ λαοῦ προεδρίαν πιστεύεται, ταυτὸν δὲ εἰπεῖν, τῆς οἰκουμένης πάσης ἐπιστασίαν. Καὶ οὐκ ἔχω λέγειν, πότερον ἀρετῆς ἆθλον, ἢ τῆς Ἐκκλησίας πηγὴν καὶ ζωὴν, τὴν ἱερωσύνην λαμβάνει. Ἔδει γὰρ ἐκλείπουσαν ταύτην τῷ δίψει τῆς ἀληθείας, ὥσπερ τὸν Ἰσμαὴλ, ποτισθῆναι, 35.1089 ἢ, ὥσπερ τὸν Ἡλίαν, ἐκ τοῦ χειμάῤῥου, κατεψυ γμένης ἀνομβρίᾳ τῆς γῆς, ἀναψύξαι, καὶ μι κρὰ πνέουσαν