Excerpta in Psalmos
ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ 17.105 ΨΑΛ. Θʹ. Στίχ. ηʹ. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Στίχ. θʹ. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δι καιοσύνῃ. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν, ψεκτάς τε πρά ξεις καὶ ἀσεβὲς φεύγοντα φρόνημα. Οἰκουμένην δὲ νοήσεις τὴν Ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἱοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσό μεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν. Στίχ. ιβʹ. Ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών. Καὶ ἄλλως δέ· ἐν πάσῃ ψυχῇ Σιὼν οὔσῃ καὶ σκο πευτηρίῳ Θεὸς κατοικεῖ. Ἐκζητεῖ δὲ τὰ αἵματα τῶν ἐθνῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν ἀναστὰς αὐτά. Οὐκοῦν τό· Ἀπώλετο τὸ μνημόσυ νον αὐτῶν μετ' ἤχου, ἐπὶ τὰς ῥομφαίας ἀνενεχθή σεται. Ἐκείνων δὲ μέμνηται, ὧν ἐγένετο καταφυγή. Στίχ. λγʹ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου· ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἐκ δὲ τῶν δυσσεβῶν τούτων ῥημάτων ἀνιαθεὶς ὁ 17.108 προφήτης, πάλιν εὔχεται λέγων ταῦτα, δεῖξαι τῇ πείρᾳ τὸν Θεὸν αἰτῶν, ὡς οὐκέτι λέλησται τῶν πτω χῶν. Καὶ τῆς τοῦ ἀσεβοῦς δὲ βλασφημίας ὑπέμνησε λέγων· Στίχ. ληʹ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκου σας, Κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν πρόσεχε τὸ οὖς σου. Ἐπεθύμουν γὰρ συντριβῆναι τοῦ ἁμαρτωλοῦ τὸν βραχίονα, καὶ τῆς αὐτοῦ τυραννίδος ἐλευθερωθῆναι· ὃ δὴ καὶ γέγονεν. Ἐπιθυμία δὲ διανοίας ἀγαθῆς ἐνεργής ἐστι προσευχή. Ἣν ἰδὼν ὁ καρδιογνώστης, ἐπλήρωσεν. Ἑτοίμην γὰρ εἶχον πρὸς τὸ σωθῆναι καρ δίαν, καὶ τῆς ἐπηγγελμένης βασιλείας τυχεῖν. ΨΑΛ. ΙΓʹ. Στίχ. βʹ. Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν. Ὅσα σωματικῶς ἀσωμάτου τυγχάνοντος λέγοιτο περὶ τοῦ Θεοῦ, θεοπρεπῶς ἀκουστέον. Οἷον, ἐν οὐ ρανοῖς λέγεται κατοικεῖν, ὡς ναῷ χρώμενος ταῖς θείαις δυνάμεσι, ταῖς ἐν οὐρανῷ. Καλοῦνται γὰρ ὁμωνύμως τοῖς ἐν οἷς εἰσι τόποις· ὡς καὶ ἄνθρωποι γῆ χρηματίζοντες. Ὡς ἐν τῷ· Πᾶσα ἡ γῆ προσκυ νησάτωσάν σοι, καί· Πᾶσα ἡ γῆ βοᾷ μετ' εὐφρο σύνης. Ἐν οὐρανοῖς δὲ οἰκεῖ καὶ ἐν ἀνθρώποις ὢν, τοῖς φοροῦσι τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ἀλλὰ καὶ ὡς δημιουργίας λόγῳ καὶ προνοίας ἐν πάσῃ τῇ κτίσει τυγχάνοντος. Ἐκ τῶν καλλίστων τοῦτο δηλοῦ ται μερῶν· ἔν τε τῷ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρα νοῖς· καὶ, Θεὸς ἐν τῷ οὐρανῷ ἄνω. Ἀλλὰ καὶ πολ λαχοῦ τῆς θείας παιδεύσεως ἡ τοῦ οὐρανοῦ προσηγο ρία δηλοῖ τὴν νοητὴν οὐσίαν, ἐν ᾗ μάλιστα Θεὸν προσ ήκει ζητεῖν. Ὁ οὐρανὸς γὰρ τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Ἐκ τούτου συμβατικῶς ἐπισκοπεῖ τοὺς τῆς ὑποδεεστέρας καταστάσεως, Τοῦ ἰδεῖν, εἴ τίς ἐστι συνετὸς, ἐκζητῶν τὸν Θεόν· ὡς ἂν εὑρὼν τύχοι τῶν παρ' αὐτοῦ δωρεῶν. Γίνεται δὲ τοῦτο, κακίας σὺν ἀσεβείᾳ κρατούσης, ὡς λεχθῆναι· Οὐκ ἔστιν ἔλεος, οὐδὲ ἀλήθεια, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐπὶ τούτοις. Οὕτω τῶν ἀνθρώπων βλαβέντων, πῶς οὐκ ἔδει τὸν ἀγαθὸν ἐπιβλέψαι Σω τῆρα, ὡς ἂν, ἀφορμήν τινα συνέσεως εὑρὼν, ταύτην πληθύνῃ, καὶ τοῖς ἐκζητοῦσιν ἐμφανίσειεν ἑαυτόν; Ἐμφανίζεται γὰρ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Στίχ. γʹ. Πάντες ἐξέκλιναν· ἅμα ἠχρειώθησαν. Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Προφητεύει μεταβολὴν τῶν ἐθνῶν εἰς ἡμερότητα καὶ εὐσέβειαν. ∆ιὸ καὶ ἐρωτᾷ, Μὴ, τοῦ Κυρίου ἐλ θόντος, οὐ παύσονται τοῦ θηριώδους βίου, καὶ ἐπι γνώσονται τὸν Κύριον; Λέγει γὰρ καὶ Ἡσαΐας· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται· οἳ οὐκ ἀκη κόασι συνήσουσιν. Στίχ. εʹ, ʹ. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος· ὅτι Κύριος ἐν γενεᾷ δικαίων. Ἔσται γὰρ, φησὶν, ὅτε οἱ προῤῥηθέντες φοβηθή σονται Κύριον, παρ' οἷς οὐκ