Excerpta in Psalmos

 ἦν πρότερον φόβος. 17.109 Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἧς πάγει. ΨΑΛ. ΙΕʹ. Στίχ. αʹ. Στηλογραφία τῷ ∆αβίδ. Τοῦ ∆αβὶδ ἐπέγραψαν οἱ λοι

 ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Στίχ. ιβʹ. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Τὸν ἐν σκηνῇ τίς οὐκ ὄψεται μὴ γενόμενο

 Σωτήρ φησιν, ὅτι ∆ιαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Στίχ. θʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

 παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. ∆ιαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κι

 πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, Ἀλλ' εἰ μὲ

 ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ π

 κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦντ

 δίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη. Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμ πτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ,

 λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχε ται ἣν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λο

 αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. ∆ιὸ λέγομεν· ∆ιὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ

 πρὶν ἢ ἐκλι πεῖν· καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. Καὶ ἐπά ταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημέ

 ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποτα μούς. Ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύ δρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν

 ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα· ὅπερ εὑρὼν καὶ θαυμάσας, θαυμαστικῶς ἐρῶ· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται

 ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ π

πρὶν ἢ ἐκλι πεῖν· καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. Καὶ ἐπά ταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημένον ἐνταῦθα· ὅτι Ἀπέκτεινεν ἐν τοῖς πλείοσι, τουτέστι πολλούς. Ἀλλ' ὢ τῆς ἀγνωμο σύνης! Πρὶν ἢ δαπανηθῆναι τὰ ἐν τοῖς ὀδοῦσιν αὐτῶν κρέα, ἠπίστησαν ἐπιλαθόμενοι τῆς τοῦ Θεοῦ δυνά μεως. ∆ιὸ τῆς μὲν ἐπιθυμίας αὐτῶν ἐνεπλήσθησαν εἰς ἔνδειξιν τῆς περὶ αὐτοὺς θείας προνοίας· ἀπέβη δὲ αὐτοῖς, διὰ τὴν ἀπιστίαν καὶ ἀπληστίαν, εἰς νόσον χολέρας, ὑφ' ἧς πολλοὶ διεφθάρησαν· ὧν τὸ ὑπό δειγμα αὐτοῖς τε ἐκείνοις, καὶ τοῖς πρὸς ἐκείνους ὁρῶσιν, ἱκανὸν πρὸς σωφροσύνην ἐγένετο. Τὸ δὲ, ἐν τοῖς πλείοσιν, Ἀκύλας καὶ Σύμμαχος, ἐν τοῖς πίοσι καὶ λιπαροτέροις, ἐξέδωκαν, τοὺς πλουσιωτέρους τοῦ λαοῦ καὶ ἰσχυροτέρους οὕτως ὀνομάσαντες. Εἰκὸς γὰρ αὐτοὺς διὰ τοῦτο ἀπληστο τέρως ἐμφορεῖσθαι. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐν τοῖς πλείοσιν ἀπέκτεινεν, τουτέστι πολλοὺς, οὓς καὶ ἐκλεκτοὺς ἐκάλεσεν ὁ ∆αυῒδ, ὡς πολεμιστάς. Οἱ δὲ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ πεντακόσιοι καὶ πεντήκοντα ἀπὸ εἰκοσαετοῦς καὶ ἀνωτέρω, χωρὶς τῆς κατωτέρας ἡλικίας, καὶ τῶν γυναικῶν, καὶ ὅλης τῆς φυλῆς τοῦ Λευί. Τούτους ἅπαντας ἔθρεψεν ὁ Θεὸς εἰς κόρον ἐπὶ πολύ. Ἔφη γάρ· Ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν. Ὁρῶν λαὸν ἐπιθυμητὴν, καὶ καθᾶραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ὅτι λόγῳ διδα σκαλικῷ οὐ καθαίρεται, ἀλλ' αὐτῇ τῇ ἐπιθυμίᾳ γενομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ ὕπνου μόνον, ἀλλὰ καὶ βρωμάτων. ∆ιὸ ἔπεμψεν αὐ τοῖς ὀρτυγομήτραν ἐπὶ τριάκοντα ἡμέρας· οἱ δὲ, τῇ ἀπληστίᾳ χρησάμενοι, χολερικῷ πάθει ἐφθείροντο. ∆ὶς δὲ εὑρίσκω τὸν λαὸν φαγόντα ὀρτυγομήτραν· ἅπαξ μὲν ἡνίκα εὐθέως ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς Ἀριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς εἶπον τὸν ἄρτον τοῦ Θεοῦ, καὶ διάκε νον αὐτὸν ὠνόμασαν· ὅτε καὶ ὀργὴ ἀνέβη ἐπ' αὐ τοὺς, ὡς τάχα κάτω που οὖσα πρὶν ἢ ἁμάρτωσιν. Ἐπειδὴ γὰρ, πεῖραν πολλὴν λαβόντες τῆς θείας δυ νάμεως, οὐκ ἐπίστευσαν τὸν φιλάνθρωπον δύνασθαι χορηγῆσαι αὐτοῖς τροφὴν, καὶ ταύτην ἔδωκε, καὶ τὴν παιδείαν ἐπήγαγεν, ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Φευκτέον τοίνυν ὀψοφαγίαν, λαιμαργίαν, γαστριμαρ 17.141 γίαν· τουτέστι τὴν περὶ χρῆσιν ὄψου ἀμετρίαν, τὴν περὶ τὸν λαιμὸν μανίαν, τὴν περὶ τὴν τροφὴν ἀκολασίαν, καὶ περὶ γαστέρα μανίαν, ἵνα μὴ τὸν νοῦν ἐγ κατορύξωμεν τὰ κου...... Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. Ῥύεταί τοι ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρτίαν, ἵνα εἰσαγάγῃ διὰ πολλῶν γυ μνασίων, διὰ πολλῶν θαυμασίων, δι' ἄρτου ἐπουρα νίου, δι' ὕδατος ἀπὸ τῆς πέτρας, ἡ πέτρα δὲ ὁ Χριστὸς, ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. Μέγα οὖν ἐμοὶ, ἐὰν, νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτι κῶν πραγμάτων κλυδώνιον, δυνηθῶ, εὐεργετηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους, καὶ τὸν νοητὸν Φαραώ· αὐτὸς δὲ ὢν ἐν τῷ φωτὶ τῆς ἡμέρας σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης, καὶ ὑπὸ φωτισμοῦ πυρὸς, ἐάν ποτέ γε σκο τεινὰ καὶ δύσκολα ...... καὶ ὁ κόσμος μὲν ἐσκότηται, καὶ πάντα ἀγνοίαις πεπλήρωται· ἐγὼ δὲ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πα.... ἐν φωτὶ ὦ διὰ τὸ ἀληθινὸν φῶς τὸν Χριστὸν, διὰ τὴν νεφέλην, ᾗ οὐκ ἐξ ἀτμῶν τινων κατὰ τὴν κοινὴν φύσιν ἡ στάσις ἦν, βαθυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος διὰ τῆς ὁμι χλώδους συστάσεως, καὶ πρὸς ἑαυτὸν ἐμπιλουμένου τοῖς πνεύμασιν· ἀλλὰ κρεῖττόν τι καὶ ὑψηλότερον τῆς ἀνθρωπίνης καταλήψεως, ὡς, καὶ τῆς ἡλιακῆς ἀκτῖνος θερμῶς ἐπιλαμπούσης, διατείχισμα ἔχειν, σκιάζουσάν τε τὸ ὑποκείμενον, καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν· καὶ διὰ τῆς νυ κτὸς πῦρ γίνεσθαι ἀφ' ἑσπέρας εἰς ὄρθρον, τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾳδουχοῦσαν τὸ φέγγος μέ γα. Ἐὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ἔνθα ἐπικρατεῖ πολλὴ ἄνοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με,