Excerpta in Psalmos

 ἦν πρότερον φόβος. 17.109 Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἧς πάγει. ΨΑΛ. ΙΕʹ. Στίχ. αʹ. Στηλογραφία τῷ ∆αβίδ. Τοῦ ∆αβὶδ ἐπέγραψαν οἱ λοι

 ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Στίχ. ιβʹ. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Τὸν ἐν σκηνῇ τίς οὐκ ὄψεται μὴ γενόμενο

 Σωτήρ φησιν, ὅτι ∆ιαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Στίχ. θʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

 παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. ∆ιαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κι

 πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, Ἀλλ' εἰ μὲ

 ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ π

 κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦντ

 δίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη. Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμ πτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ,

 λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχε ται ἣν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λο

 αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. ∆ιὸ λέγομεν· ∆ιὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ

 πρὶν ἢ ἐκλι πεῖν· καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. Καὶ ἐπά ταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημέ

 ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποτα μούς. Ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύ δρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν

 ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα· ὅπερ εὑρὼν καὶ θαυμάσας, θαυμαστικῶς ἐρῶ· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται

 ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ π

ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις αἷμα οὐκ ἦν. Ὅθεν ἔσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρασοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὄντα οἷόν ἐστιν. Ἀλλ' οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχείρου δι' ἀπάτην περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐδὲ πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος. 17.149 ΨΑΛ. Πʹ. Στίχ. βʹ. Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Θεὸν Ἰακὼβ τὸν Σωτῆρα καλοῦσι τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακὼβ εἰς δήλωσιν τῆς μετὰ ταῦτα ἐνανθρωπήσεως. Ἀλαλάζειν δὲ προστάττουσι νικητήριον ὕμνον ἀναπέμποντες αὐτῷ, ὡς καταλύσαντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ὡς ἐκ τῆς τῶν δαιμόνων καταδυναστείας ῥυσαμένῳ. Ἀλαλαγμὸς γάρ ἐστιν ὕμνος ἐπινίκιος, ὃν καὶ οἱ ἐκ Βαβυλῶνος ἀνασωθέντες τῷ τὴν νίκην δωρησαμένῳ Θεῷ ἀλλήλοις ὑφῆναι παρακελεύονται. Ἠθικώτερον δέ· ὧν μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ἔρχονται, ἀκουέτωσαν τοῦ· Ἀγαλλιᾶσθε τῷ Θεῷ· ὁ δὲ ἁμαρτὼν καὶ δεόμενος μετανοίας καὶ ἐπιστροφῆς μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμε- ταμέλητον κατεργάζεται. Καὶ σὺ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ τὴν συγκομιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίας ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοηθός σου γίνεται. Κἂν ἀπορῇς λόγων τῶν κατ' ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ, καρδίας κεκραγυίας ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόῤῥητα καὶ ἄῤῥητα λαλού- σης. Ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἀπαγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι τὰ ἑαυτοῦ κινήματα τῷ λόγῳ, παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασθαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ Ἰακώβ. ΨΑΛ. ΡΝʹ. Στίχ. γʹ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος. Ἄλλος φησὶ, διὰ ἤχου κερατίνης. Ἱερατικὸν δὲ τοῦτο τὸ ὄργανον. Οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλπιγξι, τῶν ἐν Σινᾶ γενομένων σαλπίγγων ἀναμιμνήσκοντες. Κατὰ γοῦν τὸν πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς λόγον, κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦται δ', οἶμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· Σαλπίσει, καὶ οἱ νεκροὶ ἐγερθήσονται. Ἔστι δὲ ἑορτὴ Νουμηνία ἑβδόμου μηνὸς, μνημόσυνον σαλπίγγων, καθὸ λέγεται· Ἐν νεομηνίᾳ, σάλπιγγι.