Excerpta in Psalmos

 ἦν πρότερον φόβος. 17.109 Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἧς πάγει. ΨΑΛ. ΙΕʹ. Στίχ. αʹ. Στηλογραφία τῷ ∆αβίδ. Τοῦ ∆αβὶδ ἐπέγραψαν οἱ λοι

 ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Στίχ. ιβʹ. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Τὸν ἐν σκηνῇ τίς οὐκ ὄψεται μὴ γενόμενο

 Σωτήρ φησιν, ὅτι ∆ιαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Στίχ. θʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

 παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. ∆ιαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κι

 πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, Ἀλλ' εἰ μὲ

 ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ π

 κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦντ

 δίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη. Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμ πτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ,

 λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχε ται ἣν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λο

 αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. ∆ιὸ λέγομεν· ∆ιὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ

 πρὶν ἢ ἐκλι πεῖν· καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. Καὶ ἐπά ταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημέ

 ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποτα μούς. Ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύ δρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν

 ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα· ὅπερ εὑρὼν καὶ θαυμάσας, θαυμαστικῶς ἐρῶ· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται

 ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ π

Σωτήρ φησιν, ὅτι ∆ιαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Στίχ. θʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Στίχ. ιʹ. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης. Ὡς ἄρχοντα δὲ στρατοπέδων, δυνάμεων ἐκά λεσαν Κύριον, ὅπερ ἐν τῷ Ἑβραϊκῷ Σαβαὼθ εἴρη ται. Τοῦτο δὲ καὶ Κύριον στρατιωτῶν οἱ Ἑβδομή κοντα καὶ Παντοκράτωρ ἐν ταῖς Γραφαῖς ἑρμηνεύουσι. Καὶ τὸ νῦν ἄρα λεχθὲν, παντοκράτορα τὸν Σωτῆρα δηλοῖ. Οὕτως λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὢν ὁ Πατὴρ, τὸν Υἱὸν ἀπέστειλε παντοκράτορα. Καὶ Ἰωάννης δὲ ἐν τῇ Ἀποκαλύψει, Τάδε λέγει, φησὶν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος· περὶ τοῦ Σωτῆρος ὁμολογουμένως εἰπών. Τινὲς δὲ οὐ πρὸς ὑψηλοτέρας πύλας, πρὸς δὲ τὰς αὐτὰς τὰ διττῶς εἰρημένα φασί. ΨΑΛ. ΚΖʹ. Στίχ. αʹ. Πρὸς σὲ, Κύριε, κεκράξομαι· ὁ Θεός μου μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ. Εἰ μὲν ἐπίγειά τις αἰτεῖται παρὰ Θεοῦ, βραχείᾳ χρῆται φωνῇ· εἰ δὲ τὰ ἐπουράνια, κράζει τε καὶ βοᾷ. Ὅθεν ἐν ταῖς Γραφαῖς οἱ ἅγιοι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Κράζει δέ τις εἰσελθὼν εἰς τὸ ταμιεῖον ἑαυτοῦ, καὶ κλείσας τὴν θύραν. Οὐ παρασιωπᾷ δὲ τοῖς ἁγίοις ὁ Θεός. Ἐλάλει γοῦν Μωσῇ, καὶ Ἀαρὼν, καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ. Ἐλάλει καὶ διὰ προφητῶν, ἡνίκα ἦν ὁ λαὸς αὐτοῦ. Ἃ δὲ λαλεῖ ὁ Θεὸς, οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τὰ ἅγια, τὰ ἐπὶ τὴν καρδίαν ἡμῶν ἀναβαίνοντα, κατὰ τό· Μακάριος ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀνα βάσεις εἰς τὴν καρδίαν αὐτοῦ. Ἔχομεν δὲ ἄλλην ἀκοὴν καὶ θείαν αἴσθησιν, κατὰ Σολομῶντα, λόγοι Θεοῦ ἀκούουσαν, ἡνωμένην αὐτῷ. Ὧ δὲ παρασιωπᾷ Θεὸς, ὁμοιοῦται τοῖς καταβαίνουσιν εἰς λάκκον. Οὐδένα γὰρ τῶν ἁγίων ἴσμεν λάκκον ὀρύξαντα· φρέαρ δὲ ὤρυττεν ὁ δεόμενος ὕδατος. Ἐντέλλεται καὶ ὁ Σολομῶν ἀπὸ φρεάτων πίνειν. Θεὸς δὲ διὰ τοῦ προφήτου τοῖς ἐκ λάκκων πίνουσιν ἀπειλεῖ, λέγων· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Κα ταβαίνουσι δὲ εἰς λάκκον οἱ τὰ ψυχρὰ τῆς ὕλης πε ριέποντες πράγματα· ἔνθα καὶ τῶν ἀνθρώπων ὁ πο λέμιος δράκων, ὃς καὶ ψυχρὸς ὠνόμασται, κατοικεῖ. Πάντων γὰρ ζώων, τῶν ἐπὶ γῆς, ὁ δράκων ψυχρό 17.117 τερος. Πᾶσα οὖν ἁμαρτία ψυχρά· τὰ δὲ θεῖα, ὡς ἔοικε, θερμά. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύ ματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Καὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, τῷ πνεύματι ζέοντες. Ὅτι δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκ κοις εἰσὶν, ἐν τῇ Ἐξόδῳ φησίν· Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ προσώπου Φαραὼ, ὃς κάθηται ἐπὶ τοῦ θρό νου, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος, τῆς ἐν λάκκῳ. Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρ τωλοί εἰσιν καὶ αἰχμάλωτοι. Ἀλλ' ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, καὶ δίδωσιν ἄφεσιν. Πνεῦμα γὰρ Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελί σασθαι πτωχοῖς. Ἀπέσταλκέ με κηρύξαι αἰχμα λώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Στίχ. βʹ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεή σεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ. Οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε δὲ, τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας, αἰτῶ τι παρὰ Θεοῦ, τότε προσεύχομαι. Ὅτε δὲ φίλος ἐπὶ πλέον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐπεὶ καὶ Παῦλος, ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων, φησί· Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Στίχ. βʹ. Ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου. Ἐπαιρόμεναι χεῖρες πρὸς πράξεις θεοσεβεῖς, ἐν οὐρανῷ θησαυριζόμεναί εἰσι· δι' ὧν νικᾷ τις τὸν νοητὸν Ἀμαλήκ· ὡς ὁ Μωσῆς, ἡνίκα τὰς χεῖρας ἀνέφερεν, ὁ λαὸς ἐνίκα· ὅτε δὲ κατέσπα, ὁ Ἀμαλήκ. Μὴ κατενέγκωμεν οὖν τὰς χεῖρας, ἐπεὶ νικηθησό μεθα. Στίχ. εʹ. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα τοῦ Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Οὐδεὶς γὰρ ἄμεμπτος, οὐ νοήσας τὰ ἔργα Κυρίου. Ποίησιν γὰρ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στε ρέωμα. ∆ίδωσι γὰρ ἀναλόγως τὸ τούτου θεωρῆσαι ∆ημιουργόν. Στίχ. ζʹ. Καὶ ἀνέθαλεν ἡ σάρξ μου. Ποία δὲ σὰρξ ἀνέθαλεν; Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. ΨΑΛ. Λʹ. Στίχ. αʹ. Μὴ