Excerpta in Psalmos

 ἦν πρότερον φόβος. 17.109 Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἧς πάγει. ΨΑΛ. ΙΕʹ. Στίχ. αʹ. Στηλογραφία τῷ ∆αβίδ. Τοῦ ∆αβὶδ ἐπέγραψαν οἱ λοι

 ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Στίχ. ιβʹ. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Τὸν ἐν σκηνῇ τίς οὐκ ὄψεται μὴ γενόμενο

 Σωτήρ φησιν, ὅτι ∆ιαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Στίχ. θʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

 παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. ∆ιαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κι

 πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, Ἀλλ' εἰ μὲ

 ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ π

 κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦντ

 δίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη. Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμ πτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ,

 λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχε ται ἣν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λο

 αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. ∆ιὸ λέγομεν· ∆ιὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ

 πρὶν ἢ ἐκλι πεῖν· καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. Καὶ ἐπά ταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημέ

 ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποτα μούς. Ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύ δρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν

 ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα· ὅπερ εὑρὼν καὶ θαυμάσας, θαυμαστικῶς ἐρῶ· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται

 ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ π

λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχε ται ἣν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λοξῶς πορευομένων· ἢ αὐτὸς, οὗ τὰ διαβήματα ὑπὸ Κυρίου κατευθύνεται, θέλει τὴν ὁδὸν τοῦ Κυρίου, γευσάμενος, ἐν τῷ κατευθύνεσθαι αὐτοῦ ὡς τὰ διαβήματα, τῆς γλυκύτητος τῆς κατὰ τὴν ὁδὸν, ἐν ᾗ κατευθυνθείη ὑπὸ Κυρίου. Ἄμεινον δὲ ἴσως νοεῖν, ὅτι ὁ Κύριος θελήσει τὴν ὁδὸν τοῦ ἀνθρώ που, τουτέστι ποιήσεται θελητὴν καὶ ἀποδέξεται. Ὥσπερ γὰρ ἀνεθελήτους ἔχει τὰς τῶν παρανόμων ὁδοὺς, οὕτω ποιεῖται θελητὰς τὰς τῶν ἀγαθουργούν των. Ὃ δὲ ἀρέσκει Θεῷ, τοῦτο πάντως ἐστὶ καὶ ἐξαί ρετον, καὶ παντὸς ἐπαίνου μεστόν. Οὐ γὰρ ἂν ἠθέλησε Θεὸς τὸ μὴ οὕτως ἔχον. Οἵ γε μὴν ἀπὸ τῶν αἱρέσεων γίνονται μὲν ἐν διαβήμασιν, οὐ μὴν κατευθυνουμέ νοις ὑπὸ Κυρίου, ἀλλὰ λελοξωμένοις ὑπὸ τοῦ πονη ροῦ· ἐκκλίνουσι δεξιὰ καὶ ἀριστερὰ, μὴ ἀρκούμενοι ψιλῇ τῇ πίστει, νοοῦντες δὲ βαθύτερον μὲν, οὐκ ἀλη θὲς δέ. Ὧν τὴν ὁδὸν οὐ θέλει Κύριος, ὅτι οὐκ ἀνθρώ πων αὐτῶν τὰ διαβήματα, ἀλλὰ θηρὸς ἢ ἑρπετοῦ ἢ κτήνους. Στίχ. κδʹ. Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Οἱ ἐν τοῖς ἀγῶσι παλαίοντες πεπτώκασι τὸ πρῶ τον, νενικήκασι τὰ τρία. Ἐπὶ τούτοις εἴποις ἂν κατὰ τὸ σωματικὸν, ὅτι· Πέπτωκεν, οὐ κατεῤῥάγη δὲ, νενί κηκε γὰρ μετὰ τὸ πεσεῖν. Ἐὰν ἴδῃς ἄνθρωπον νενι κημένον, καὶ μετὰ τὸ νενικῆσθαι οὐ παραδόντα ἑαυ τὸν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης, ἀναστάντα δὲ, ὑπομνησθέντα τῆς Γραφῆς· Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; λέγε, ὅτι, πεσὼν ὁ τοιοῦτος, οὐ κατ εῤῥάχθη. Ἐὰν δὲ μετὰ τὸ πεσεῖν ἀπαυδήσῃ, κα τεῤῥάχθη. Καλὸν μὲν οὖν ἀθλητὴς εἶναι ἄπτωτος, καὶ ἵνα οὕτως ὀνομάσω ἀπὸ τῶν παραδειγμάτων, ἀμεσολάβητος, ἀσυνέζωστος. Εἰ δὲ πέπτωκεν, ἀναστή τω. Πενθοῦνται γὰρ οἱ πεσόντες, καὶ μετὰ τὸ ἁμαρ τῆσαι ἀπαλγήσαντες, καὶ παραδόντες ἑαυτοὺς πάσῃ ἁμαρτίᾳ. Ἐν ἀγενείων, ἐν ἀνδράσι στεφανώθητι. Πέπτωκας ἐν παισί; τὸν ἀγένειον ἀγώνισαι, καὶ νί κησον ἐν αὐτῷ. Ἐν κοιλίᾳ ἐπτέρνισε τὸν Ἠσαῦ ὁ Ἰακώβ· ἐκ παιδὸς ὁ ∆ανιὴλ προεφήτευσε, καὶ τοὺς 17.136 πρεσβυτέρους ἤλεγξεν. Οὐ δύνασαι τοιοῦτος γενέ σθαι; Γενοῦ ἑξῆς ἀθλητὴς, ὡς ὁ δίκαιος, ὃς, κἂν πέσῃ παλαίων ἢ τρέχων, οὐ καταῤῥήγνυται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πό τερον γὰρ τὴν ἑαυτοῦ, ἢ τὴν τοῦ παλαίοντος καὶ ἤδη μέλλοντος καταῤῥήγνυσθαι, ἵνα μὴ ὅλως ἔλθῃ ἐπὶ πρόσωπον, καὶ γένηται χαμαὶ ὅλος κείμενος. Στίχ. κεʹ. Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Ἑτέρως δὲ ἴσμεν ἡλικίαν κατὰ τὸν ἔσω ἄνθρωπον, παιδίου, νεανίσκου, γέροντος. Πρὸ γοῦν τοῦ Ἀβραὰμ οἱ πολυχρονιώτεροι αὐτοῦ οὐκ εἴρηνται πρεσβύτεροι· ἀλλ' αὐτὸς πρῶτος δι' ἀρετὴν πρεσβύτερος ἐχρημάτι σε, καὶ διὰ τὸ τὸν ἔσω αὐτοῦ ἄνθρωπον κατηργηκέ ναι τὰ τοῦ νηπίου. Καὶ Ἱερεμίου ἄκουε· Μὴ λέ γετε, ὅτι νεώτερος ἐγώ εἰμι. Τοιοῦτόν τί μοι νόει καὶ περὶ τοῦ ∆αβίδ· Νήπιος, φησὶν, ἐγενόμην κατὰ τὸν ἔσω μου ἄνθρωπον. Μεταβαλὼν δὲ ἐκ νεαροῦ ἤθους καὶ ἀβεβαίου, καθ' ὃν νεωτερίζων νεώτερος ἤμην, εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον ἔχων καὶ πολιὰν φρόνησιν. Καὶ οὕτω προκόψας, οὐκ εἶδον δί καιον ἐγκαταλελειμμένον. Ἐὰν σωματικῶς ἀκούῃς, ψεῦδός ἐστι. ∆ύο δέ εἰσιν ἐγκαταλείψεις· ἡ μὲν σω ματικὴ, ἥτις οὐδὲν ἡμᾶς βλάπτει· ἡ δὲ τῆς ψυχῆς, ἥτις ὀλέθριός ἐστιν. Ὅσον μὲν οὖν πλουτοῦμεν ἐν ἔργοις δικαίοις, τοσοῦτον μᾶλλον βοηθούμεθα πρὸς τὸ μὴ ἐγκαταλείπεσθαι μέχρι τέλους. ∆ιὸ οὐκ εἶ πεν, ἐγκαταλειφθέντα, ἀλλ' ἐγκαταλελειμμένον. Ἐπεὶ, πρὸς καιρὸν καὶ ἐγκαταλιμπάνονται δίκαιοι, ὡς ὁ Ἰὼβ, ἵνα ἀναφανῇ δίκαιος. ΨΑΛ. ΜΑʹ. Στίχ. ιʹ. Ἐρῶ Θεῷ· Ἀντιλήπτωρ μου εἶ ∆ιὰ τί μου ἐπελάθου; Καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι, ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν; Στίχ. ιαʹ. Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνεί διζόν με οἱ ἐχθροί μου ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου; Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολ λάκις πρὸς τὰ κατ' ἐλεημοσύνην