Excerpta in Psalmos

 ἦν πρότερον φόβος. 17.109 Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἧς πάγει. ΨΑΛ. ΙΕʹ. Στίχ. αʹ. Στηλογραφία τῷ ∆αβίδ. Τοῦ ∆αβὶδ ἐπέγραψαν οἱ λοι

 ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Στίχ. ιβʹ. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Τὸν ἐν σκηνῇ τίς οὐκ ὄψεται μὴ γενόμενο

 Σωτήρ φησιν, ὅτι ∆ιαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Στίχ. θʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

 παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. ∆ιαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κι

 πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, Ἀλλ' εἰ μὲ

 ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ π

 κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦντ

 δίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη. Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμ πτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ,

 λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχε ται ἣν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λο

 αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. ∆ιὸ λέγομεν· ∆ιὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ

 πρὶν ἢ ἐκλι πεῖν· καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. Καὶ ἐπά ταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημέ

 ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποτα μούς. Ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύ δρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν

 ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα· ὅπερ εὑρὼν καὶ θαυμάσας, θαυμαστικῶς ἐρῶ· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται

 ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ π

ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. Τῶν τοιούτων γὰρ, φησὶ, τὴν μίμησιν παραιτεῖσθαι χρή· καὶ χρήσιμον σφόδρα τοῦ ἀποφοιτᾷν τῷ παραζηλοῦν αὐτούς. Εὐοδοῦνται γὰρ, ἤτοι τὴν ἐν πράγμασι τοῖς ἰδίοις εὐοδίαν ἔχειν ὑπολαμβάνονται, οὐ ψήφοις ταῖς ἄνωθεν τὸ χρῆμα κερδαίνοντες, ἀλλ' ἐκ τοῦ πλεονεκτεῖν καὶ ἁρπάζειν τὰ ἑτέρων ἔσθ' ὅτε. Τὴν οὖν εὐόδωσιν, τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει. Ἐπειδὴ δὲ πολλοὶ ἐν δικαιο σύνῃ ζῶντες, ὅταν ἴδωσιν ἑαυτοὺς ἐν πόνοις, τὸν δὲ ἁμαρτωλὸν ἐν πᾶσι πρὸς καιρὸν εὐοδούμενον, ὀργι σθέντες· τῆς δικαιοσύνης ἀφίστανται, τοῦτο δὲ ἀνοίας τῆς ἐσχάτης· διὰ τοῦτο μακροθυμεῖν διδάσκων ὁ λό 17.125 γος, καὶ τῆς δικαιοσύνης τοῦ Θεοῦ τὸν καρπὸν προσ δέχεσθαί φησι. Στίχ. ηʹ. Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν. Ἐπωφελὲς τὸ παράδειγμα, καὶ τοῖς ὑποτεταγμέ νοις Θεῷ πρεπωδέστατον. Χρὴ γὰρ, φησὶ, πράους εἶναι, καὶ εὖ μάλα καθεστηκότας, καὶ εὐταξίαν ἔχον τας εἰς νοῦν, ἀγαπῶντάς τε διαπαντὸς τὴν ἀπὸ τῆς μακροθυμίας εὐοδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων ἀποφοιτᾷν. Τῶν γὰρ παθῶν τινὰ μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ οἱ τυχόντες ἀπέβαλον αὐτὰ προ κόπτοντες. Τὸ γὰρ μιαρὸν τοῦτο πάθος, ἡ ὀργὴ, ἐκ καίει καὶ τοὺς δοκοῦντας εἶναι φρονίμους, καὶ ταράσ σει· οὐ τινὰ μὲν, τινὰ δ' οὔ· ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος. Στίχ. θʹ. Οἱ δὲ ὑπομένοντες τὸν Κύριον κληρονο μήσουσι γῆν. Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν πονηρῶν ἀπαν ίστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συν ελαύνεσθαι εἰς τὸ διαζῇν εὐνόμως· διὰ τοῦτο, δείξας ὁ ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπ άγει, ὅτι Οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦν τες βίον, κληρονομήσουσι γῆν, ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς ὑπὸ κατάραν γεγενημένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν· ἀλλὰ γῆν ἐκείνην, τὴν τοῖς ἁγίοις ηὐτρεπι σμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἱερά τε καὶ ἄνω, ἧς κληροδότης Θεός. Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ σοφία, Λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· Καὶ νῦν τίς ἡ ὑπομονή μου; Οὐχὶ Κύριος; Ἀφ' οὗ ἀρύεσθαί ἐστι καὶ λαμβάνειν πάντα, ἃ λέγεται εἶναι κατὰ τὰς Γρα φὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινό μεθα καὶ σοφοὶ, καὶ εἰρηνεύομεν· οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν. Ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκ δεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι. Στίχ. ιαʹ. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν. Οἱ ἀπὸ Οὐαλεντίνου καί τινων ἑτέρων, οἰόμενοι τὸν Σωτῆρα λέγειν τὰ μὴ εἰρημένα ἐν τοῖς παλαιοῖς Γράμμασιν, ἐντεῦθεν ἐλεγχέσθωσαν, ἀκούοντες, ὅτι Μακάριοι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Εἴρητο μὲν καὶ πρότερον διὰ ∆αβὶδ ὑπὸ τοῦ αὐ τοῦ Πνεύματος. Οἰκονομικώτερον δὲ λίαν ὁ ∆αβὶδ ἀντιπαρεξ άγει ταῖς τῶν παρανόμων κολάσεσι τὰ τῶν ἁγίων γέρα. Ἀκονᾷ δὲ διὰ τούτων αὐτοὺς εἰς ἔφεσιν εὐανδρίας πνευματικῆς, δι' ἧς ἂν γένοιτο κατορθοῦν πάντα τρό πον ἀρετῆς. Ταύτῃ τοί φησιν· Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, τὴν ἄνω δηλαδή. Εἰ γάρ ἐστιν ἐν οὐρανοῖς κατὰ Παῦλον Ἱερουσαλὴμ καὶ Σιὼν ὄρος, ἀκόλουθον καὶ γῆν νοεῖν, ἣν κληρονομήσουσιν 17.128 οἱ νενικηκότες πάθος ὀλέθριον, τὴν ὀργὴν, ἥτις καὶ φρονίμους ἀπόλλυσι. Κατ' ἀρετὴν γὰρ ἐνεργεῖν ἐμπο δίζονται. Κατὰ διάμετρον δέ εἰσιν ἀλλήλοις πραότης καὶ ὀργή. Ὅπου γὰρ ὀργὴ, οὐδαμῶς πραότης· καὶ ὅπου πραότης, οὐδαμῶς ἐκεῖ ὀργή. Στίχ. ιβʹ. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. Στίχ. ιγʹ. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προ βλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. Ἐντεῦθεν μανθάνομεν, ὅτι, ὥσπερ πέφυκεν ἐναν τίον εἶναι σκότος καὶ φῶς, οὕτω ὁ ἁμαρτωλὸς τῷ δικαίῳ. Ἐὰν οὖν ἴδῃς τότε μισούμενον τὸν δίκαιον, μὴ ὄκνει λέγειν περὶ τοῦ μισοῦντος αὐτὸν, ὡς ἔστιν ἁμαρτωλός. Οἱ γὰρ φρονοῦντες τὰ