Selecta in Ezechielem
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟΝ ΙΕΖΕΚΙΗΛ
13.768 ΚΕΦ. Αʹ. Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τε τάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί. Ὁ Ἰεζεκιὴλτύπον φέρει τοῦ Χριστοῦ κατὰ πολλὰ, καὶ ἄρξῃ θεωρεῖν τοῦτο ἐν τοῖς προοιμίοις τῆς προφητείας. Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, τετάρτῳ μηνὶ, 13.769 πέμπτῃ τοῦ μηνὸς, κἀγὼ, φησὶν, ἤμην ἐν μέσῳ αἰχμαλωσίας ἐπὶ ποταμοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί. Ταῦτα καὶ περὶ τοῦ Χριστοῦ γέγραπται, ὅτε ἦν ἐν τῷ κόσμῳ τούτῳ, ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ ἐπὶ τοῦ Ἰορδάνου, ὅτε Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, καὶ ὅτε ἠνοίχθησαν αὐτῷ οἱ οὐρανοί. Τὰ δὲ τριάκοντα ἔτη τὰ ἐν τῇ προφητείᾳ κατὰ τὸ αἰσθητόν ἐστιν ὁ χρόνος τῆς ζωῆς τοῦ προφήτου· τῆς δὲ αἰχμαλωσίας ἀφ' οὗ κατῆλθον πέμπτον ἔτος. Ἀλλὰ μὲν κατὰ τὴν προσηγορίαν καὶ σύμβολον ἔχει τοῦ Χριστοῦ Ἰεζεκιὴλ, ὃς ἑρμηνεύεται κράτος Θεοῦ. Καὶ τὸ, υἱὲ ἀνθρώπου, εἰς ἀναγωγὴν τοῦ χρημα τίσαντος υἱοῦ ἀνθρώπου. Ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας. Ὁ μὲν νοῦς ἐστιν ὃν ἔχει τὸ ῥητόν· αὐτὸ δὲ ψιλῶς οὐ· οἱον εί φησιν· Ἐγὼ, ὁ μηδὲν αἰχμαλωσίας ἔχων, ἐν μέσῳ αἰχμαλωσίας ἤμην δι' οἰκονομίαν. Οὕτω καὶ ὁ Χρι στὸς οὐκ αἰχμαλωτισθεὶς ἦν ἐν τῷ τόπῳ τῶν αἰχμα λώτων, ἀλλὰ λυτρώσεως αὐτῶν χάριν· ὡς καὶ ὁ προ φήτης οὐ δι' ἁμαρτίας ἦν ἐν μέσῳ τῆς αἰχμαλωσίας, ἀλλ' ἰατρείας. Καὶ εἶδον ὁράσεις Θεοῦ. Ὁ Θεὸς τὴν ἀόρατον καὶ νοητὴν φύσιν ἐν τῇ ὁρατῇ καὶ αἰσθητῇ φύσει ἐζωγράφησεν, ἵν' οἱ ὑπὸ αἴσθησιν γυμνασθῶσιν ἐν αὐτῇ εἰς θεωρίαν τῆς νοητῆς. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ. Λό γος ὁ ἐν ἀρχῇ, Θεοῦ Λόγος. Ἐγὼ εἶπον· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Τὸ Πνεῦμα λέγει θεοὺς πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, ὁ Θεὸς Λόγος· οὗτος γὰρ θεοποιός ἐστι. Ἐν γῇ Χαλδαίων. Χαλδαῖος ἑρμηνεύεται πᾶς πόνος. Οὗτοι δέ εἰσιν ἀστρολόγοι τὴν εἱμαρμένην λέγοντες, καὶ ὅλως τοῖς αἰσθητοῖς προσηλωμένοι, καὶ ἐν αὐτοῖς διαπονούμενοι, θεοποιοῦντες αὐτά· Γῆ ἐστι Χαλδαίων ὁ τόπος καὶ ἡ ἕξις ἡ χειρίστη. Ναὶ μὴν καὶ τῶν ἐν ἀσεβείᾳ ὑπερηφανῶν ἔχουσι σύμβολον οἱ Χαλδαῖοι. Καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον. Πνεῦμα ἐξαῖρόν ἐστιν ὁ Θεός· πνεῦμα γὰρ ὁ Θεὸς, ἐξαῖρον δὲ τὴν κακίαν. Καὶ νεφέλη μεγάλη. Αὐτὴ ἡ νεφέλη ἡ δικαιο σύνη, τὸ ἀγαθὸν τὸ ἐκ τοῦ Θεοῦ διῆκον εἰς ἡμᾶς, ἀφ' οὗ φωτιζόμεθα τὴν γνῶσιν τῆς ἀληθείας. Καὶ φέγγος γὰρ καὶ κύκλῳ αὐτοῦ. Ὁμοίωμα ὡς εἶδος ἀνθρώπου. Ἡμεῖς ὁμοίωμα τῶν τεσσάρων ζώων ἐσμέν. Ζήτει δὲ τίνα τὰ τρία. Ὁ ἡνίοχος τῶν τεσσάρων τούτων ζώων οὐχ ὅλος ἦν πῦρ, ἀλλ' ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, καὶ ἀπὸ ὀσφύος καὶ ἕως ἄνω ἤλεκτρον. Οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ' ἔχει καὶ δι' ὧν ἀναπαύει. Κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων. Οὐ γὰρ εἶδε πῦρ περὶ τὴν κεφαλὴν, οὐδὲ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ ἄνω ἡνίο χος πῦρ ἦν, ἀλλὰ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω πῦρ ἦν, ἵνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες, οὗ τοι δέονται πυρός· ὀσφὺς γὰρ γεννήσεως σύμβολον. Οὐ μόνον δὲ τοὺς ὑπὸ γέννησιν ἐδήλωσε τὸ, ἀπὸ 13.772 ὀσφύος ἕως κάτω, ἀλλὰ καὶ πάντας τοὺς ὄντας κάτω καὶ τῇ ὕλῃ προσπαθοῦντας. Γένεσις γὰρ καὶ φθορὰ ἐν τῇ ὕλῃ ἐστί. Ἤλεκτρον δέ ἐστι τὸ ἐκ χρυσίου καὶ ἀργυρίου χύμα, ὡς τῶν τιμιωτάτων τούτων τῆς ὕλης συμβόλων ὄντων τῶν τιμίων καὶ ἄνω ταγμάτων τῶν ἁγίων δυνάμεων. ΚΕΦ. Βʹ. Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου. Ὅσον ἐφ' οἷς μεμνήμεθα συνεχέστατα μὲν καὶ δι' ὅλης τῆς προφητείας τὸ, Υἱὲ ἀνθρώπου, λέγεται πρὸς τὸν Ἰεζεκιὴλ, σπανιώτερα δὲ πρὸς τὸν ∆ανιὴλ, ὧν ἕκαστος ἐν τῇ αἰχμαλωσίᾳ τύπος ὢν τοῦ πρὸς τοὺς αἰχμαλώτους ἡμᾶς