Selecta in Ezechielem

 ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν. Ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ· Ἴσως ἀκούσονται, καὶ μετανοήσον

 τοῦ Ἰσραήλ. Ἀλλ' οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε

 ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. Ὅτε δὲ αὐ τὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πε

 ἀδικίας τοῦ οἴκου Ἰσραήλ. Καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήν τε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμ

 Ἀλλ' οὐδὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. Οὕτω γὰρ καὶ ὁ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό· Τοὺς δοξάζον τάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμα

 ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας· τοὺς δὲ πάντων ταπει νοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας. Καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. Πᾶσι τοῖς προτιθ

 εἴποι τις, οἱ ὑπὸ 13.789 τοὺς ἱερεῖς νεωκόροι· οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιβʹ φυλῶν· οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρ

 αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀπο κεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ. Ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. Ἐκλέλοιπε γὰρ ἡ προ

 τηρήσει αὐτοῦ. Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβου λεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προ καθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυ τέρων.

 γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδο μάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χεί ρο

 Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τη ρήσαντες· οὐδὲ γὰρ ἡγοῦμαι παρ' Ἕλλησι σημαίνε σθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔ

 ᾠκοδόμηνται αἱ οἰκίαι. Ὁ νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν· Οὗ τοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγε νομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τ

 ἀποκρίνεται αὐ τοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων· Ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς. Γῆ, ἣ ἐὰν ἁμάρτῃ. Ἔθος τῇ θείᾳ Γραφῇ π

 εἰσελεύσονται, εἴ ρηται. Οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. Τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον· Εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκ

 θυμίαμα. Θυμίαμα καὶ ἔλαιόν ἐστιν ἡ μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, ᾗ συνήδεται Θεός. Καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ.

 ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ

 βεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. Σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰ σθητό

 τοῖς πρὸ ἡμῶν· τοῖς ἔξω σαρκὸς λέγω. Μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ' ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγ

 Αἰγυπτίους δεῖ κολασθῆναι ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου. Πάντες οἱ οἰκοῦντες Αἴγυπτον, μᾶλλον δὲ ὄντες, κολασθήσονται ἐν αὐτῇ.

ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας· τοὺς δὲ πάντων ταπει νοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας. Καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. Πᾶσι τοῖς προτιθε μένοις τὰ τῆς γνώσεως ἐξετάζειν καὶ βιοῦν κατὰ τὸν νόμον, καὶ ἢ ὀλίγον τι ὡς πρὸς τὴν γνῶσιν διαβαίνειν δυναμένοις μόνον, ἢ πλέον τοῦ πρακτικοῦ μηδὲν ζη τοῦσι καὶ ἀρκουμένοις τῷ τῆς εἰσαγωγῆς λόγῳ καὶ ἔργοις βραχέσι φησὶν ὁ λόγος τό· Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν, ἅτε ἐν τοῖς τοιούτοις δυναμένου εὑρί σκεσθαι τῦφον καὶ φιλοδοξίαν καὶ οἴησίν τινα. Καλὸν δὲ τὸ ἐξολοθρευθῆναι καὶ ἀφανισθῆναι φυσίωσιν καὶ οἴησιν, ἅπερ ἐστὶ τὰ ὑψηλά. Αὐτὴ δὲ ἡ λογικὴ ῥομ φαία, ὅσα παρὰ τὸν λόγον οἰκοδομοῦμεν τὰ θυσιαστή ρια οἰόμενοι δεῖν τῷ Θεῷ τὴν λογικὴν λατρείαν, συν τρίβει αὐτὰ, καὶ τὰ ἱδρύματα ἃ νομίζομεν κατα σκευάζειν τῷ θείῳ λόγῳ· ἅπερ τεμένη νῦν ὀνομάζει ὁ θεῖος λόγος. Καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσι. Προσεφαρμοστέον τούτῳ τό· Ὃς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ τὸ ἐν τῷ ∆ανιὴλ κείμενον περὶ τῶν παρανόμων πρεσβυτέρων ἐπὶ Σω σάννης· Οἱ δὲ παράνομοι ἐκέλευσαν ἀνακαλυφθῆ ναι αὐτὴν (ἦν γὰρ κατακεκαλυμμένη), ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς. Καὶ τοῖς νοητοῖς δὲ ὀφθαλμοῖς πορνεύει ὁ ἀποστὰς τοῦ ἐνορᾷν τῷ κάλ λει τοῦ τῆς ἀληθείας λόγου. 13.788 Οὐκ εἰς δωρεὰν λελάληκα. Οἴομαι τὸ μὴ μάτην συμβαίνειν τὰ ἐπιμεριζόμενα τοῖς ἀξίοις συστατικὰ νῦν λεγόμενα κακὰ, τοῦτ' εἶναι τό· Οὐκ εἰς δωρεὰν λελάληκα αὐτοῖς ἅπαντα ταῦτα. Ἀνύεται γάρ τι ἀπὸ τοῦ τάδε γίνεσθαι ὠφελουμένων τῶν πασχόντων αὐτὰ καὶ ἐπιστρεφόντων. Ἐὰν δὲ καὶ μετὰ τὰς κο λάσεις ἐπιμένωσί τινες τῇ ἁμαρτίᾳ, φησὶ διὰ Ἱερε μίου ὁ προφητικὸς λόγος· Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν· παιδείαν οὐκ ἐδέξασθε. Εἰκὸς γὰρ κἀκεῖ τὰ πατασσόμενα τέκνα τὰ ἔργα εἶναι τῆς κακίας, γεννή ματα ὄντα τῆς μοχθηρᾶς ψυχῆς, ὧν ἔσθ' ὅτε λυομέ νων καὶ πατασσομένων, οὐχ ἧττον μένει ἡ κακία· πολλάκις γὰρ, τῶν ἔργων ἐμποδιζομένων, καὶ ἡ κα κία ὑπεκλύεται. Κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδί. Ὅσον ἐπὶ τῇ λέξει κελεύεται ὁ προφήτης διὰ τὸ πλῆθος τῶν βδελυγμάτων τοῦ λαοῦ σχετλιάσαι οὐ μόνον τῇ φωνῇ, ἀλλὰ καὶ τῇ ποιᾷ καταστάσει τοῦ σώματος, ἵνα αἱ μὲν χεῖρες αὐτοῦ ἐπὶ τῇ ἐκπλήξει τῇ ἐπὶ τὰ πολλὰ ἁμαρτήματα κροτήσωσιν· ὁ δὲ ποῦς σφοδρότε ρον τύψῃ τὸ ἔδαφος ὡς ἦχον ἀποτελεσθῆναι. Τὸ δὲ, Καὶ εἶπον, Εὖγε, παραφράζων ὁ Σύμμαχος πεποίη κεν· Ἐπένθησα καὶ ἐσχετλίασα. Καὶ ἡμᾶς οὖν δεήσει μιμουμένους τὸν προφήτην καὶ σχετλιάζειν ἀγανακτοῦντας ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ ἀφο σιοῦσθαι ὡς οὐδαμοῦ εὐδοκοῦντας τοῖς γινομένοις παρὰ τὸν ὀρθὸν λόγον. Τάχα δὲ καὶ κροτοῦμεν τῇ χειρὶ μὴ συμπράττοντες τοῖς ἁμαρτάνουσι· ψοφεῖν δὲ λεγόμεθα τῷ ποδὶ, μὴ συμπορευόμενοι αὐτοῖς· καὶ λέγομεν σχετλιάζοντες τὸ Εὖγε, οὐδενὶ βδελύγματι λόγῳ ἢ ἔργῳ συγκατατιθέμενοι. ΚΕΦ. Ζʹ Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ γῇ Ἰσραήλ. Ἡγοῦμαι, ἐπείπερ ἡ προφητεία τῇ γῇ τοῦ Ἰσραὴλ λέ γεται ἡ περὶ τοῦ ἥκοντος πέρατος, ὅτι αἱ πτέρυγες τῆς γῆς οἱ διορατικώτατοί εἰσι καὶ μετεωροπόροι παρὰ πάν τας τοὺς ἐπὶ τῆς γῆς. Καὶ αὐτοὶ διὰ τὸ σῶμα λεχθη σόμενοι ἂν εἶέν πως ἐκ τῆς γῆς· καὶ εἴη ἂν ὁ Ἰσραὴλ αἱ πτέρυγες τῆς γῆς καὶ οἱ κατὰ τὸν θεῖον νόμον βιοῦν δεδιδαγμένοι· ἀπὸ τούτων γὰρ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, καθώς φησιν Ἡσαΐας· Κύριε, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκού σαμεν· τῶν, ἵν' οὕτως εἴπω, ἀπτέρων τῆς γῆς τέ ρατα λέγειν οὐκ ἐπισταμένων· πῶς γὰρ οὐ πτέρυγες τῆς γῆς οἱ πεφυκότες πτεροφυεῖν ὡς ἀετοί; Τέσσα ρες δὲ πτέρυγες λέγονται τὰ γενικὰ τέσσαρα τάγμα τα, εἰς ἃ διαιρεῖται, πρῶτον μὲν καὶ πάντων ὑπερέ χων ὁ οἶκος Ἀαρὼν, ἑξῆς δὲ τούτῳ ὁ οἶκος Λευΐ· καὶ τρίτον ὁ Ἰσραὴλ, καὶ ἐπὶ πᾶσιν ὡς ἕτεροι παρὰ τούτους οἱ φοβούμενοι τὸν Κύριον. Οἶκος γὰρ Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Ἐν ἄλλῳ δὲ ψαλμῷ παρὰ τούτους ὀνο μάζεται οἶκος Λευΐ· καὶ εἰσὶν οἱ μὲν οἶκος Ἀαρὼν οἱ ἱερεῖς, οἱ δὲ οἶκος Λευῒ, ὡς ἂν