Selecta in Ezechielem

 ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν. Ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ· Ἴσως ἀκούσονται, καὶ μετανοήσον

 τοῦ Ἰσραήλ. Ἀλλ' οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε

 ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. Ὅτε δὲ αὐ τὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πε

 ἀδικίας τοῦ οἴκου Ἰσραήλ. Καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήν τε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμ

 Ἀλλ' οὐδὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. Οὕτω γὰρ καὶ ὁ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό· Τοὺς δοξάζον τάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμα

 ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας· τοὺς δὲ πάντων ταπει νοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας. Καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. Πᾶσι τοῖς προτιθ

 εἴποι τις, οἱ ὑπὸ 13.789 τοὺς ἱερεῖς νεωκόροι· οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιβʹ φυλῶν· οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρ

 αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀπο κεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ. Ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. Ἐκλέλοιπε γὰρ ἡ προ

 τηρήσει αὐτοῦ. Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβου λεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προ καθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυ τέρων.

 γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδο μάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χεί ρο

 Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τη ρήσαντες· οὐδὲ γὰρ ἡγοῦμαι παρ' Ἕλλησι σημαίνε σθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔ

 ᾠκοδόμηνται αἱ οἰκίαι. Ὁ νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν· Οὗ τοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγε νομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τ

 ἀποκρίνεται αὐ τοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων· Ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς. Γῆ, ἣ ἐὰν ἁμάρτῃ. Ἔθος τῇ θείᾳ Γραφῇ π

 εἰσελεύσονται, εἴ ρηται. Οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. Τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον· Εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκ

 θυμίαμα. Θυμίαμα καὶ ἔλαιόν ἐστιν ἡ μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, ᾗ συνήδεται Θεός. Καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ.

 ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ

 βεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. Σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰ σθητό

 τοῖς πρὸ ἡμῶν· τοῖς ἔξω σαρκὸς λέγω. Μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ' ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγ

 Αἰγυπτίους δεῖ κολασθῆναι ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου. Πάντες οἱ οἰκοῦντες Αἴγυπτον, μᾶλλον δὲ ὄντες, κολασθήσονται ἐν αὐτῇ.

ᾠκοδόμηνται αἱ οἰκίαι. Ὁ νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν· Οὗ τοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγε νομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τὴν πόλιν, ὅτι, εἰ καὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι, ἀλλ' ἡ πόλις αὕτη ἔοικε λέβητι πεπληρωμένῳ νεκρῶν πε ριεχομένων ὑπ' αὐτοῦ. Τῶν δὲ ἐν τῷ λέβητι κρεῶν λόγον ἐπέχομεν ἡμεῖς, τοῦ τῶν Βαβυλωνίων πυρὸς περικειμένου ἡμῖν, ὡς μὴ δύνασθαι ἡμᾶς φυγεῖν ἀπὸ τῆς φλογὸς τοῦ τῶν πολεμίων πυρός. Ἀλλ' οὐκ ἀλη θές ἐστι, φησὶν, ὃ εἰρήκατε. Ὅτι μεγάλη γὰρ ἡ πόλις ἐστὶν ὁ λέβης ἠληθεύσατε· οὐχὶ δὲ καὶ ὅτι ὑμεῖς τὸ ἐν μέσῳ αὐτῆς κρέα· οἱ γὰρ νεκροὶ οὓς ἐν μέσῳ αὐτῆς ἐπατάξατε, οὗτοί εἰσι τὰ κρέα· ἡ δὲ πόλις ὁ λέβης. Ὑμεῖς δὲ οὐ μενεῖτε ἐν τῇ πόλει· ἐξώσω γὰρ ὑμᾶς. Οὐκοῦν ἡ πόλις εἰ ἄλλοις ἐστὶν εἰς λέβητα, ἀλλ' οὐχ ὑμῖν· καὶ εἰ ἔσονταί τινες ἐν μέσῳ αὐτῆς εἰς κρέα, ἀλλ' οὐχ ὑμεῖς. Κρινῶ γὰρ ὑμᾶς, πρὸς αὐτοῖς τοῖς ἄκροις γενομένους τῶν τοῦ Ἰσραὴλ ὀρέων· τοσ αῦτά μου ἐπάγοντος ὑμῖν, ὅπως καὶ ὕστερον ἐπι γνῶτε, ὅτι ἐγώ εἰμι Κύριος. ΚΕΦ. ΙΓʹ. Προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραήλ. Προφῆταί εἰσιν οἱ καλῶς διακονοῦντες τῷ λόγῳ τῆς διδασκαλίας, καὶ προφητεύοντες τὰ τοῦ Θεοῦ. Καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν. Ψευδοπροφῆταί εἰσιν οἱ χρη ματίζοντες τὰ ἀπὸ τῆς ἀδοκίμου καρδίας αὐτῶν, καὶ ὅσα ἡ ἐναντία δύναμις ὑπαγορεύει. Τοῦ αὐτοῦ. Ὅσα περὶ προφητῶν ἱστόρηται ἢ ψευδοπροφητῶν, λαμβάνονται εἰς πάντας διδασκά λους καὶ ψευδοδιδασκάλους, ὁρατοὺς καὶ ἀοράτους. Τοῦ αὐτοῦ. Ὁ ἀπὸ καρδίας λαλῶν ἔξω τοῦ θείου Πνεύματός ἐστι ψευδοπροφήτης. Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν! Ὁ πορευόμενος ὀπίσω τοῦ πνεύματος αὐτοῦ τοῖς θελήμασι τῆς ψυχῆς ἀκολουθεῖ· ὁ πορευόμενος ὀπίσω τοῦ ἁγίου Πνεύματος, ὀπίσω Κυρίου τοῦ Θεοῦ, ποιῶν αὐτοῦ τὰ θελήματα. Τοῦ αὐτοῦ. Τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύ ματος αὐτῶν ὁ Ἀπόστολος λέγει· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι τῷ νοΐ. Καὶ ζητήσεις εἰ ἓν τὰ ἀμφότερα, ἢ οὔ· καὶ τί ταῦτα. Οἱ προφῆταί σου, Ἰσραὴλ, ὡς ἀλώπεκες. Τοῦτο τὸ γένος, μᾶλλον δὲ τὸ ζῶον, πανοῦργόν ἐστι καὶ θη ριῶδες καὶ ἄγριον· καὶ οὐ μόνον εἰς τὸν κακὸν καὶ πανοῦργον καὶ ὕπουλον ἄνθρωπον λαμβάνεται, ἀλλὰ καὶ εἰς ὅμοια πνεύματα. Καὶ οὗτοι γὰρ ἐνεργοῦσι τὰ 13.805 ἴδια εἰς τὴν ἔρημον ἀπὸ Θεοῦ ψυχὴν καὶ τῆς δικαιο σύνης αὐτοῦ. Ζήτει δὲ καὶ τὴν πρᾶξιν τοῦ ζώου. Οὐκ ἔστησαν ἐν στερεώματι. Τὸ ἀβέβαιον καὶ ψεῦδος καὶ ἀδύναμον ᾐνίξατο ἐν τούτῳ. Καὶ συνήγαγον τὰ ποίμνια. Τοὺς αἱρετικοὺς ἐπὶ τὴν Ἐκκλησίαν· τὰ κτηνώδη δόγματα ἐπὶ τὴν ἀλή θειαν. Οὐκ ἀνέστησαν ἐν πολέμῳ. Οὐκ ἀνέστησαν σὺν Χριστῷ, διότι οὐ συνετάφησαν αὐτῷ οἱ λέγοντες καὶ βλέποντες ἡμέραν Κυρίου ψευδῆ. Οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε; Ὅρασις ψευδής ἐστι τὰ κατὰ ψεῦδος νοούμενα δόγματα. Ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται. ∆ιάφο ροι παρὰ Κυρίου αἱ παιδεῖαι. Ἔστι παιδεία ἡ λεγο μένη ἐν κρίσει, καὶ ἔστι παιδεία ἡ λεγομένη ἐν θυμῷ. Οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ ἔσονται, Ἐξαλειφθήσονται γὰρ ἐκ βίβλου ζώντων. Καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται. Ἐν τῇ μελλούσῃ ἡμέρᾳ δηλονότι. ∆ιὰ τοῦτο ψευδῆ οὐ μὴ εἰδῆτε. Τουτέστιν, Οὐ μὴ συγχωρήσω εὐοδωθῆναι ὑμᾶς, ἵνα τὸ ἑξῆς πλη ρωθῇ. ΚΕΦ. Ι∆ʹ. Εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς. Εἰ ἀποκρι νόμενος ἀποκριθήσομαι αὐτοῖς, κρίσιν ἐξ ὑμῶν· ἤτοι ἐκ τοῦ προφήτου λαμβάνει ὁ Θεός· ἢ δῆλόν φησιν ἀποκρίνεσθαι αὐτοῖς τοῖς τοιούτοις· ὅθεν ὑπερνικῶν τὴν κρίσιν, ἐπαγγέλλεται ἀποκρίνεσθαι ὡς ἐλεήμων. Ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ. Ἐν τούτοις διδάσκει πῶς δεῖ ἑκάστῳ ἀποκρίνεσθαι τὰ προσφό ρως συναρμοστέα, καὶ μὴ ὡς ἔτυχε· καὶ ὅτι αὐτὸς Κύριός ἐστιν ὁ ἀποκρινόμενος διὰ τοῦ προφήτου. Ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν αὐτοῖς, ἐν οἷς ἐνέχεται ἡ ∆ιάνοια αὐτοῦ. Τουτέστιν, ἀκολου θεῖ, τέρπεται, κεκόλληται. ∆ιὰ δὲ ταῦτα τοιαῦτα, ἅτινα παρέχει πρόφασιν τοῖς χαύνοις καὶ ἐκλελυμένοις τῇ καρδίᾳ πλαγιάζειν ἀπὸ Θεοῦ. Ἀλλ' ὅμως εἰ καὶ τοιοῦ τοί εἰσι, καὶ τοιούτοις ἔχεται αὐτῶν ἡ καρδία· ἐπειδὴ δὲ ἤθελον πυθέσθαι παρὰ Κυρίου,