Selecta in Ezechielem

 ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν. Ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ· Ἴσως ἀκούσονται, καὶ μετανοήσον

 τοῦ Ἰσραήλ. Ἀλλ' οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε

 ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. Ὅτε δὲ αὐ τὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πε

 ἀδικίας τοῦ οἴκου Ἰσραήλ. Καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήν τε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμ

 Ἀλλ' οὐδὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. Οὕτω γὰρ καὶ ὁ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό· Τοὺς δοξάζον τάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμα

 ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας· τοὺς δὲ πάντων ταπει νοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας. Καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. Πᾶσι τοῖς προτιθ

 εἴποι τις, οἱ ὑπὸ 13.789 τοὺς ἱερεῖς νεωκόροι· οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιβʹ φυλῶν· οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρ

 αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀπο κεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ. Ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. Ἐκλέλοιπε γὰρ ἡ προ

 τηρήσει αὐτοῦ. Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβου λεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προ καθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυ τέρων.

 γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδο μάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χεί ρο

 Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τη ρήσαντες· οὐδὲ γὰρ ἡγοῦμαι παρ' Ἕλλησι σημαίνε σθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔ

 ᾠκοδόμηνται αἱ οἰκίαι. Ὁ νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν· Οὗ τοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγε νομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τ

 ἀποκρίνεται αὐ τοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων· Ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς. Γῆ, ἣ ἐὰν ἁμάρτῃ. Ἔθος τῇ θείᾳ Γραφῇ π

 εἰσελεύσονται, εἴ ρηται. Οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. Τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον· Εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκ

 θυμίαμα. Θυμίαμα καὶ ἔλαιόν ἐστιν ἡ μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, ᾗ συνήδεται Θεός. Καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ.

 ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ

 βεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. Σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰ σθητό

 τοῖς πρὸ ἡμῶν· τοῖς ἔξω σαρκὸς λέγω. Μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ' ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγ

 Αἰγυπτίους δεῖ κολασθῆναι ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου. Πάντες οἱ οἰκοῦντες Αἴγυπτον, μᾶλλον δὲ ὄντες, κολασθήσονται ἐν αὐτῇ.

τοῦ Ἰσραήλ. Ἀλλ' οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε βαδίσαι πρὸς αὐτοὺς ὑποκάτω βαίνοντας τῆς ἕξεώς σου. Ἐν ἐπαίνῳ οὖν εἴρηται ὁ βαθύχειλος καὶ ὁ βαρύγλωσσος. Εἴρηται δὲ ταῦτα. Καὶ ὅρα εἰ περὶ τῶν ἀπὸ τῶν ἐθνῶν, οἳ ἕτεροί εἰσι τοῦ οἴκου Ἰσραὴλ, ταῦτα προφητεύεται, ὧν οὐκ ἂν ἤκουσε διὰ τὸ ἑτε ρόγλωσσον αὐτῶν ὁ Ἑβραῖος προφήτης. Βαθεῖς δὲ χείλεσιν οἱ αὐτοὶ δύνανται λέγεσθαι διὰ τὸ μὴ ἐξ ἐπιπολῆς τὰ θεῖα καταλαμβάνειν γράμματα, ἀλλὰ πιστεύειν εἰς τὰ βάθη τοῦ νόμου. Καὶ τοῖς ὠσί σου ἄκουε. Ὅτε γὰρ ἅγιος ἐπιβου λεύεται ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν διωκόμενος, χρῄζει τοῦ Κυρίου διακόπτοντος τοὺς διώκοντας ἀπὸ τῶν διωκομένων, καὶ οἱονεὶ ὀπισθοφυλακοῦντος. Τού του δὲ σύμβολον καὶ τὰ ἐν τῇ Ἐξόδῳ οὕτως ἔχοντα· Ἐξῆρε δὲ ὁ ἄγγελος ὁ προπορευόμενος τῆς παρ 13.776 εμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν, καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ πρόσχῃς περὶ τοῦ κατόπισθεν ἠκοῦσθαι τὴν φωνὴν, εἰ δύναται ἡ μὲν περὶ τῶν ἤδη παρεληλυθότων γνῶσις δηλοῦ σθαι ἐκ τοῦ ἀκούεσθαι φωνὴν κατόπισθεν· εἰ δέ τις χάριτος θείας τύχοι πρὸς τὸ θεωρῆσαι καὶ τὰ περὶ τῶν μελλόντων ἐπιμελῶς, οὗτος ἂν οἱονεὶ ἀκούσῃ φωνῆς ἐκ τῶν ἔμπροσθεν αὐτοῦ· ὅπερ ζητήσεις εἴπου εἴρηται. Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐ τοῦ. Τόπον Θεοῦ νοητέον πάντας τοὺς χωροῦντας δύναμιν Θεοῦ· πλὴν κυρίως τόπος ἂν εἴη ὁ Σωτὴρ καὶ Κύριος, ὥσπερ ἂν καὶ αὐτοῦ τοῦ Σωτῆρος τόπος ὁ Πατήρ. Καὶ τοῦτόν γε τὸν τρόπον νενοήκαμεν καὶ τὸ ἐν τῷ Μιχαίᾳ οὕτως ἔχον· ∆ιότι ἰδοὺ Κύριος ἐκ πορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ τὰ ἑξῆς. Οἶμαι γὰρ διὰ τούτων προφητεύεσθαι τὴν τοῦ Σωτῆ ρος ἡμῶν κάθοδον, ἐκπορευομένου ἐκ τοῦ τόπου αὐ τοῦ καὶ κατεληλυθότος ἀπὸ τῆς σὺν τῷ Πατρὶ προη γουμένης καταστάσεως αὐτοῦ. ∆ύναται μέντοιγε τό πος καλεῖσθαι Θεοῦ τὸ λεγόμενον παρὰ Παύλῳ φῶς ἀπρόσιτον ἐν τῷ· Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Τί δὲ τοῦτό ἐστιν; Ἡ βαθυτάτη γνῶσις τοῦ Θεοῦ, ᾖ οὐχ οἷόν τε προσελθεῖν τινα, οὐδὲ χωρῆσαι τὴν κατάληψιν αὐτῆς. Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Ἐπειδή περ βαρέως φέρεσθαι μέλλει τό· Σκοπὸν ἔδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, ἐχρῆν ἡμᾶς διδαχθῆναι πῶς γέ γονεν ὁ προφήτης σκοπὸς, ἵνα, ἐπειδάν τινες ἐκ τοῦ μὴ τετηρηκέναι τὰ γεγραμμένα ἐπιπηδῶσι τῷ ὀνό ματι τοῦ σκοποῦ, δυσωπήσωμεν αὐτοὺς ἐξ ὅλης τῆς λέξεως, παραδεικνύντες πῶς γίνεται σκοπὸς καὶ δέ δοται τοῖς ἀληθῶς υἱοῖς Ἰσραήλ. Γίνεται τοίνυν οὕ τως σκοπὸς, ἐπὰν πρὸς τοῖς προειρημένοις γίνεται ἐπί τινα χεὶρ Κυρίου· καὶ οὐχ ἁπλῶς χεὶρ Κυρίου, ἀλλ' αὑτὴ κραταιά. Τάχα γὰρ οὐκ ἐπὶ πάντας, οὓς γίνεται χεὶρ Κυρίου, γίνεται κραταιὰ χεὶρ Κυρίου, τῷ μηδὲ παραπλησίους ἀλλήλοις εἶναι τοὺς ἀξιουμέ νους χειρὸς Κυρίου. ∆εῖ δὲ τὸν εἰσελθόντα εἰς τὴν αἰχμαλωσίαν μὴ ταπεινὸν εἰσελθεῖν εἰς αὐτὴν καὶ τὰ παραπλήσια πάσχοντα τοῖς αἰχμαλωτισθεῖσιν, ἀλλά τινα διῃρημένον καὶ μετέωρον, καὶ ὡς ἀπὸ ὕψους κα τασκοποῦντα τὰ ἰδιώματα ἑνὸς ἑκάστου τῶν πεπον θότων τὴν αἰχμαλωσίαν καὶ παρὰ τοῖς ῥεύμασι τοῦ ποταμοῦ τῆς αἰχμαλωσίας κατοικούντων καὶ τοῖς ἀστάτοις αὐτῶν πράγμασι. Ἀριθμὸν δὲ δεήσει ποιῆ σαι ἡμερῶν σαββάτου ἀναστρεφόμενον, ἵνα ἐπιμελῶς ἴδῃ τὰ τῶν αἰχμαλώτων. Καὶ οὕτως ἀκούσει· Σκο πὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθα νεῖται. Οὐκ ἀνομίας μόνον, ἀλλὰ καὶ ὁδῶν ἐμνημό νευσε, τὴν ἀνομίαν φήσας, ἐπὶ τῇ ἀσεβείᾳ καὶ τῇ τῶν εἰδώλων θεραπείᾳ· τὰ δὲ ὁδοὺς ἐπὶ τῶν πράξεων τῶν εἰς τὸν πλησίον. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον. Πρῶτον μὲν, ὡς δυνατοῦ ὄντος τοῦ δικαίου μεταπεσεῖν, ταῦτα εἴρηται· δεύτερον δὲ, ὅτι καὶ δεῖ τούτῳ διαστελλομένου αὐτῷ 13.777 σκοποῦ· καὶ τρίτον ἐπὶ μὲν τοῦ ἀνόμου ἁπλῶς εἴρη ται τό· Ὁ ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται. Βάσανος τέτακται ἐπ' αὐτοῦ· ∆ώσω γὰρ, φησὶ, τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Ἐπειδὴ οὐκ ἐδύναντο ἑστηκότος αὐτοῦ ἀκούειν οἱ ἐν τῇ αἰχμαλω σίᾳ, διὰ τοῦτο