Selecta in Ezechielem

 ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν. Ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ· Ἴσως ἀκούσονται, καὶ μετανοήσον

 τοῦ Ἰσραήλ. Ἀλλ' οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε

 ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. Ὅτε δὲ αὐ τὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πε

 ἀδικίας τοῦ οἴκου Ἰσραήλ. Καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήν τε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμ

 Ἀλλ' οὐδὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. Οὕτω γὰρ καὶ ὁ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό· Τοὺς δοξάζον τάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμα

 ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας· τοὺς δὲ πάντων ταπει νοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας. Καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. Πᾶσι τοῖς προτιθ

 εἴποι τις, οἱ ὑπὸ 13.789 τοὺς ἱερεῖς νεωκόροι· οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιβʹ φυλῶν· οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρ

 αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀπο κεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ. Ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. Ἐκλέλοιπε γὰρ ἡ προ

 τηρήσει αὐτοῦ. Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβου λεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προ καθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυ τέρων.

 γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδο μάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χεί ρο

 Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τη ρήσαντες· οὐδὲ γὰρ ἡγοῦμαι παρ' Ἕλλησι σημαίνε σθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔ

 ᾠκοδόμηνται αἱ οἰκίαι. Ὁ νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν· Οὗ τοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγε νομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τ

 ἀποκρίνεται αὐ τοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων· Ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς. Γῆ, ἣ ἐὰν ἁμάρτῃ. Ἔθος τῇ θείᾳ Γραφῇ π

 εἰσελεύσονται, εἴ ρηται. Οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. Τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον· Εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκ

 θυμίαμα. Θυμίαμα καὶ ἔλαιόν ἐστιν ἡ μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, ᾗ συνήδεται Θεός. Καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ.

 ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ

 βεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. Σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰ σθητό

 τοῖς πρὸ ἡμῶν· τοῖς ἔξω σαρκὸς λέγω. Μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ' ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγ

 Αἰγυπτίους δεῖ κολασθῆναι ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου. Πάντες οἱ οἰκοῦντες Αἴγυπτον, μᾶλλον δὲ ὄντες, κολασθήσονται ἐν αὐτῇ.

θυμίαμα. Θυμίαμα καὶ ἔλαιόν ἐστιν ἡ μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, ᾗ συνήδεται Θεός. Καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ. Τὴν κίνησιν τοῦ νοῦ ᾐνίξατο διὰ τοῦ σκέλους, ἐν ᾧ ἐκινήθη εἰς πᾶσαν πάροδον. Πάροδος δὲ λέγεται, τὸ μὴ ὁδεῦον κατὰ τὴν ἀλήθειαν· ἡ γὰρ ἀλήθεια εἶπεν, ὅτι, Ἐγώ εἰμι ἡ ὁδός. Πᾶν οὖν τὸ ἐξεναντίας νοούμε νον πάροδος λέγεται. Καὶ ἐξεπόρνευσας τρισσῶς. Ἀντὶ τοῦ, πολλαχοῦ· 13.813 οἱ γὰρ τρεῖς χρόνοι εἰς πάντα αἰῶνα παραλαμβάνον ται. Σόδομα ἡ ἀδελφή σου. Σόδομα σύμβολον τῆς πρακτικῆς κακίας, ἤτοι τῆς διὰ σαρκὸς ἁμαρτίας. Αὕτη καὶ αἱ θυγατέρες αὐτῆς. Θυγατέρες Σοδό μων εἰσὶ ψυχαὶ μὴ μαθοῦσαι, ὅτι, Πᾶς ὁ ὑψῶν ἑαυ τὸν ταπεινωθήσεται. Θυγατέρας δὲ αὐτῆς τὰς λοιπὰς λέγει πόλεις. Τηρῶν ἐν τῇ Γραφῇ τὴν διαφορὰν τῶν ἁμαρτημά των, μικρῶν τε καὶ μεγάλων, τὸ ἀκρότατον τῆς κα κίας ὑπερηφανία ἐστὶ, τὸ πάθος τοῦ ἀρχεκάκου· εἰς ἣν καὶ οἱ Σοδομῖται φαίνονται· καὶ τοῦτο ζήτει. ΚΕΦ. ΙΖʹ. Εἰπὸν δὴ πρὸς τὸν οἶκον Ἰσραὴλ τὸν παρα πικραίνοντα. Παραπικρασμός ἐστιν ἁμαρτία· πικρὰ γὰρ λέγεται τὰ ἐπίπονα. Ἐπὶ Ἱερουσαλήμ. Ἱερουσαλήμ ἐστι σύμβολοντῆς γνώσεως, καὶ τῆς ἁγίας Ἐκκλησίας καὶ τῆς ἀρετῆς. Τὰ τρία ἐν ἑνὶ πρόσωπά ἐστιν. Ὁ ἐν ταύτῃ ὢν, καὶ τῇ ἁμαρτίᾳ ἐπιδοὺς ἑαυτὸν, τόπον ἐπεδέδωκε διαβόλῳ, τῷ νοητῷ Ναβουχοδονόσορ, ἐπιβῆναι κατ' αὐτοῦ, καὶ καθελεῖν τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ (τὴν τῆς ἐγκρατείας ἀγωγὴν), διὰ τοῦ ἀρχιμαγείρου, τοῦ ἀκρατοῦς βίου· καὶ παντελῆ αἰχμαλωσίαν ἀπὸ Ἱερουσαλὴμ, τῆς ἀρετῆς, ἄξει εἰς Βαβυλῶνα, καὶ φυτεύσει εἰς Χαναάν. Καὶ εἰσάξω αὐτὸν ἐν ἀρᾷ. Ὁ διάβολος εἰσάγων εἰς τὴν διαθήκην αὐτοῦ, οὓς εἰσάγει, ἐν ἀρᾷ εἰσάγει· ἀρὰν γὰρ τὰς συνθήκας καὶ τὸν ὅρκον φησί. Ὃς ἠτίμωσε τὴν ἀράν μου. Ἀτιμάζει τις τὴν ἀρὰν τοῦ Θεοῦ ὁ μὴ ὑπομένων ἐν τῇ παιδείᾳ ᾗ πα ραδίδωσιν ὁ Θεὸς, ἀλλὰ προσελθὼν τῇ ἐκ τῆς ἁμαρ τίας ἀναπαύσει. ∆ιὸ ὁ τοιοῦτος οὐκ ἐκφεύξεται. Καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων. Καὶ μετὰ ταῦτα λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου. Μετὰ τὸ παιδευθῆναι τοὺς αὐτῇ παραδοθέντας, ἔσται τὰ προκείμενα. Κατὰ μὲν τὸ ῥητὸν τοῦ λαοῦ ἐκείνου τὴν ἐπιστροφὴν προφητεύει· τὰ δὲ ἐπίλεκτα τῆς κέ δρου εἰσὶν οἱ ἀπόστολοι καὶ οἱ παραπλήσιοι, οἱ τὸ κατ' ἐκλογὴν σπέρμα· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν ἀνακαινισθεῖσαν διὰ τῆς παιδείας ἕξιν ἀγαθὴν φύσιν λέγει. Καταφυτεύσω ἐπ' ὄρος ὑψηλόν. Ὄρος ὑψηλόν ἐστιν ἡ γνῶσις τῆς ἀληθείας, ὁ Χριστός. Καὶ κρε μάσω αὐτὸν ἐν ὄρει μετεώρῳ· ὄρος μετέωρόν ἐστιν ὁ οὐράνιος τόπος, καὶ ἡ κατάλληλος ἕξις. Καὶ ἔσται εἰς κέδρον μεγάλην. Τὴν Ἐκκλησίαν λέγει, καὶ τὸν κατ' αὐτὴν λόγον, ὑφ' ὃν ἀναπαύσονταί ποτε τὰ ἀκάθαρτα ὄρνεα καὶ τὰ πετεινὰ τὰ ἀκάθαρτα. Τοῦ αὐτοῦ. Ὁ πτερωθεὶς ὑπὸ τῶν λόγων τοῦ Θεοῦ ἀναπαύσεται ὑπὸ τὴν μεγάλην κέδρον, τὴν φυ τευθεῖσαν ὑπὸ τοῦ Θεοῦ ἐν τῷ ὄρει τῷ ὑψηλῷ. 13.816 Καὶ τὰ κλήματα αὐτοῦ ἀποκαταστήσεται. Ἀπο καταστήσονται ἐπὶ τῷ Χριστῷ. Τούτῳ καταπαύσει ἡ προφητεία. Καὶ γνώσονται πάντα τὰ ξύλα πεδίου, ὅτι ἐγὼ Κύριος. Ξύλον ἐστὶ φύσις λογική· πεδίον ἐστὶν ἤτοι τὸ πλάτος τῶν λόγων, ἢ οἱ κατώτεροι τόποι. Ὁ ταπεινῶν ξύλον ὑψηλόν. Ξύλον ὑψηλόν ἐστιν ὁ λαὸς ὑψωθεὶς κατ' ἀρετήν ποτε· ὑψωθεὶς δὲ καὶ κατὰ κακίαν, δι' ἢν καὶ ἐταπεινώθη. Καὶ ὁ ὑψῶν ξύλον ταπεινόν. Ξύλον ταπεινὸν καὶ χαμαίζηλόν ἐστιν ὁ λαὸς ἐθνῶν· ταπεινὸν ἐν ἁμαρ τίαις· ταπεινὸν, ὅτι κάτωθεν ἦρξεν, οἱονεὶ ἀπὸ παι δείας ἐπὶ τὸ ἄκρον ὑψωθήσεται κατὰ τὸ γεγραμμέ νον· Ἔσονται οἱ ἔσχατοι πρῶτοι. Καὶ ξηραίνων ξύλον χλωρόν. Ξύλον χλωρόν ἐστι τὸ ζῶν ἐν ζωῇ δικαιοσύνης· ξύλον δὲ ξηρόν ἐστι τὸ ζῶν ἐν ζωῇ ἁμαρτίας· διὸ καὶ ξηραίνεται. Τοῦ αὐτοῦ. Ξύλον γάρ ἐστι νοητὸν, φύσις λογικὴ, ἀπὸ μέσου ἀρξαμένη, μήπω ζῶσα ἐν δικαιοσύνῃ. ΚΕΦ. ΙΗʹ. Οἱ πατέρες ἔφαγον ὄμφακα. ∆ιδάσκει ἐν τούτοις, ὅτι τὸ λεγόμενον ἐν τοῖς νόμοις τοῦ Ἰσραὴλ, ἀποδί δοσθαι ἁμαρτίαν πατέρων ἐπὶ τέκνα, παραβολή ἐστι χρῄζουσα συνοράσεως. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ ἁμαρτία ἡ παράνο μος. Ὄμφαξ λέγεται, ὅτι ἐκ τῶν φυσικῶν ἡμῶν τὰς ἀφορμὰς ἔχουσα συνίσταται. Ὥσπερ φυσικῶς ὁ ὄμ φαξ ἐκ τῆς