Selecta in Ezechielem

 ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν. Ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ· Ἴσως ἀκούσονται, καὶ μετανοήσον

 τοῦ Ἰσραήλ. Ἀλλ' οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε

 ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. Ὅτε δὲ αὐ τὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πε

 ἀδικίας τοῦ οἴκου Ἰσραήλ. Καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήν τε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμ

 Ἀλλ' οὐδὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. Οὕτω γὰρ καὶ ὁ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό· Τοὺς δοξάζον τάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμα

 ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας· τοὺς δὲ πάντων ταπει νοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας. Καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. Πᾶσι τοῖς προτιθ

 εἴποι τις, οἱ ὑπὸ 13.789 τοὺς ἱερεῖς νεωκόροι· οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιβʹ φυλῶν· οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρ

 αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀπο κεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ. Ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. Ἐκλέλοιπε γὰρ ἡ προ

 τηρήσει αὐτοῦ. Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβου λεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προ καθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυ τέρων.

 γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδο μάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χεί ρο

 Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τη ρήσαντες· οὐδὲ γὰρ ἡγοῦμαι παρ' Ἕλλησι σημαίνε σθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔ

 ᾠκοδόμηνται αἱ οἰκίαι. Ὁ νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν· Οὗ τοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγε νομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τ

 ἀποκρίνεται αὐ τοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων· Ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς. Γῆ, ἣ ἐὰν ἁμάρτῃ. Ἔθος τῇ θείᾳ Γραφῇ π

 εἰσελεύσονται, εἴ ρηται. Οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. Τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον· Εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκ

 θυμίαμα. Θυμίαμα καὶ ἔλαιόν ἐστιν ἡ μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, ᾗ συνήδεται Θεός. Καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ.

 ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ

 βεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. Σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰ σθητό

 τοῖς πρὸ ἡμῶν· τοῖς ἔξω σαρκὸς λέγω. Μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ' ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγ

 Αἰγυπτίους δεῖ κολασθῆναι ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου. Πάντες οἱ οἰκοῦντες Αἴγυπτον, μᾶλλον δὲ ὄντες, κολασθήσονται ἐν αὐτῇ.

γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδο μάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χεί ροσιν αὐτοὺς ἀναλαβεῖν. Τοιοῦτον γάρ ἐστι τὸ, Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραήλ. Ὅτε δὲ ἡ διάνοια τοῦ προφήτου ὁρᾷ τὰ ἐν τῷ οἴκῳ τῆς ἑκάστου τῶν ἁμαρτανόντων ψυχῆς, εἰσ αγομένη ὑπὸ τοῦ πνεύματος, ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς βλέπει, καὶ ἔστι γε ὀπή τις καὶ ἴχνος ἐν τῷ λεγομένῳ τοίχῳ, δι' ἧς ἐπὶ πλεῖον ἐξεταζομένης καὶ τῷ ἐρευνῶντι λόγῳ ἐξορυττομένης, ὅλα δύναται βλέ πειν ὁ ὑπὸ τοῦ θείου Πνεύματος πεφωτισμένος, βλέ πων μετὰ τὴν ὀπὴν καὶ θύραν, δι' ἧς ἔστι τὸν αὐτὸν καὶ διεξελθεῖν τὸ νενοημένον. Φησὶ δὲ περὶ ταύτης τῆς θύρας ἐν τῇ Ἰωάννου Ἀποκαλύψει ὡς ἐν ἑκάστῳ τυγχανούσης καὶ ὁ Σωτήρ· Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν, καὶ κρούω· ἐάν τις ἀνοίγῃ μοι, εἰσε λεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω μετ' αὐτοῦ. ∆ιότι εἶπον· Ἐγκαταλέλοιπεν ὁ Κύριος. Οὐκ ἦν περί τινα ἕνα ποτὲ ἐναποτεταγμένον τόπον, ἀλλὰ περὶ τὸν ἑκάστου κοιτῶνα τὰ ἑωραμένα· καὶ κοι τῶνά γε τὸν κρυπτὸν, ἔθους ὄντος τῇ Γραφῇ τὰ κατὰ τὸ ἡγεμονικὸν καὶ κρυπτὸν καλεῖν, ἔσθ' ὅτε δὲ καὶ ταμιεῖον. Τοιοῦτον γάρ ἐστι τὸ, Εἴσελθε εἰς τὸ τα μιεῖόν σου· καὶ τό· Ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Οὐ μακρὰν δὲ τούτων ἐστὶ καὶ ὁ λε γόμενος κρυπτὸς τῆς καρδίας ἄνθρωπος. Πιθανώ τερον δέ ἐστι καὶ περὶ τούτου τοῦ κρυπτοῦ τοὺς ἁμαρτάνοντας ὑπονοεῖν, ὡς ὁρῶν οὐχ ὁρᾷ αὐτοὺς ὁ Κύριος. ∆ύναται δὲ τὸ, Ἐγκαταλέλοιπεν ὁ Κύριος τὴν γῆν, λέγεσθαι ὑπὸ τῶν νομιζόντων τὴν θείαν πρόνοιαν μὴ διήκειν καὶ ἐπὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ. Εἰσὶ γὰρ οἳ ἀπὸ τῶν οὐρανίων καὶ αἰθερίων οὐκ ἀφεῖλον τὴν Πρόνοιαν δυσωπηθέντες τὴν ἐν ἐκείνοις τάξιν· ἀπὸ δὲ τῆς γῆς περιεῖλον αὐτὴν καὶ [τὴν θείαν] δύναμιν, λέγοντες τὸ, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν. Θρηνοῦσαι τὸ Θαμμούζ. Τὸν λεγόμενον παρ' Ἕλλη σιν Ἄδωνιν, Θαμμούζ φασι καλεῖσθαι παρ' Ἑβραίοις καὶ Σύροις. Ὡς οὖν ἐπὶ τῇ λέξει, ἑωρῶντο αἱ γυ ναῖκες ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου βλεπούσης πρὸς βοῤῥᾶν καθήμεναι καὶ κατά τι ἐθνι 13.800 κὸν ἔθος τῶν ἔξω τῆς θεοσεβείας θυρῶν θρηνοῦσαι τὸν Θαμμούζ· δοκοῦσι γὰρ κατ' ἐνιαυτὸν τελετάς τινας ποιεῖν, πρῶτον μὲν ὅτι θρηνοῦσιν αὐτὸν ὡς τεθνηκότα· δεύτερον δὲ ὅτι χαίρουσιν ἐπ' αὐτῷ ὡς ἀπὸ νεκρῶν ἀναστάντι. Οἱ δὲ περὶ τὴν ἀναγωγὴν τῶν Ἑλληνικῶν μύθων δεινοὶ καὶ μυθικῆς νομιζο μένης θεολογίας, φασὶ τὸν Ἄδωνιν σύμβολον εἶναι τῶν τῆς γῆς καρπῶν, θρηνουμένων μὲν ὅτε σπείρον ται, ἀνισταμένων δὲ, καὶ διὰ τοῦτο χαίρειν ποιούν των τοὺς γεωργοὺς ὅτε φύονται. Ἡγοῦμαι τοίνυν σύμβολον εἶναι τὰς θρηνούσας τὸν Θαμμοὺζ τῶν τὰ τοῦ κόσμου νομιζόμενα ἀγαθὰ καὶ τοὺς σωματικοὺς καρποὺς ποθούντων, καὶ πέρα τῶν ὑλικῶν καὶ αἰ σθητῶν μηδὲν ἐπισταμένων, λυπουμένων μὲν ἐπὶ τῇ τούτων στερήσει, ἡδομένων δὲ ἐπὶ τῇ παρουσίᾳ αὐ τῶν καὶ τῇ τῶν τοιούτων κτήσει. Γυναικώδεις δὲ εἶναι τὰς ψυχὰς εὐλόγως ἂν πάντες οἱ τοιοῦτοι νομίζοιντο. Οὐ φείσεται ὁ ὀφθαλμός μου. Ἐξεταστέον τί τὸ, Οὐ φείσεται ὁ ὀφθαλμός μου. Οὐ γὰρ εἴρηται, Οὐ φείσομαι. Ἡγοῦμαι τοίνυν τὴν ἐνορατικὴν δύναμιν τοῦ Θεοῦ, οἱονεὶ ἀτενίζουσαν τοῖς τὸ νοητὸν ὑπό τινος πονηροῦ συνειδότος μεμολυσμένοις, κολάζειν αὐτούς· ἐπείπερ Ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον· καταναλίσκον δὲ δηλονότι τὰ κακίαν ὑποστάντα. Καὶ ὅτε ταῦτα ἐνεργεῖ, οὐ πεφεισμένως ἐνεργεῖ κατὰ τῶν χειρόνων, τῷ οὕτω μὴ φείδεσθαι τῶν οἷς συμ βέβηκε τοιαῦτα. Οὐδὲ μὴ ἐλεήσω. Σημαίνει ἐνταῦθα, ὅτι ἔλεος ὁ ἐπὶ διαβόλου νοούμενος εἴρηται· ὅντινα ὡρίσαντο οἱ περὶ ταῦτα δεινοὶ λύπην εἶναι ἐπὶ τῇ τοῦ πλησίον δυσπραγία· καὶ φασὶ μὴ δεῖν ἰατρὸν ἢ δικαστὴν τοῦ τον τὸν ἔλεον ἐλεεῖν, μήποτε, συγχυθέντες ὑπὸ τῆς ἐπὶ τὸ οὕτως ἐλεεῖν ἐναγούσης λύπης, ἐμποδισθῶσιν ἀποδοῦναι τὸ ἰατρικὸν ἢ τὸ δικαστικὸν συμφερόντως τῷ θεραπευομένῳ ἢ τῷ δικαζομένῳ ἔργον. ΚΕΦ. Θʹ. Καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Ἀντὶ μέν γε τοῦ ζώνην σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ, κάστω γραμματέως Ἀκύλας καὶ