1
Scholia in Ecclesiasten (fragmenta e catenis)
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ
Ἐκκλησία ἐστὶν ψυχῶν καθαρῶν γνῶσις ἀληθὴς αἰώνων καὶ κόσμων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας. Ἐκκλησιαστὴς δέ ἐστιν ὁ ταύτης τῆς γνώσεως γεννήτωρ Χριστός· ἢ Ἐκκλησιαστής ἐστιν ὁ διὰ τῶν ἠθικῶν θεωρημάτων καθαίρων ψυχὰς καὶ προσάγων αὐτὰς τῇ φυσικῇ θεωρίᾳ. 2 1, 2 ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης Πρὸς τοὺς εἰσελθόντας εἰς τὴν νοητὴν ἐκκλησίαν καὶ θαυμάζοντας τὴν θεωρίαν τῶν γεγονότων, ὁ λόγος φησί· μὴ νομίσητε τοῦτο εἶναι τὸ ἔσχατον τέλος, ὦ οὗτοι, τὸ ταῖς ἐπαγγελίαις ὑμῖν ἐναποκείμενον· ταῦτα γὰρ πάντα ματαιότης ἐστὶ ματαιοτήτων ἐνώπιον τῆς γνώσεως αὐτοῦ τοῦ θεοῦ. Ὥσπερ γὰρ μάταια μετὰ τὴν τελείαν ὑγείαν τὰ φάρμακα, οὕτω μετὰ τὴν γνῶσιν τῆς ἁγίας τριάδος μάταιοι τῶν αἰώνων καὶ κόσμων οἱ λόγοι. 3 1, 11.1 οὐκ ἔστιν μνήμη τοῖς πρώτοις Εἰ οὐκ ἔστι μνήμη τοῖς πρώτοις, πῶς ὁ ∆αυίδ φησιν· «ἐμνήσθην ἡμερῶν ἀρχαίων» καὶ «ἔτη αἰώνια ἐμνήσθην»; ἢ τὸ τηνικαῦτα λήθη τούτων πάντων γενήσεται, ὁπηνίκα ἂν ἡ λογικὴ φύσις ὑποδέξηται τὴν ἁγίαν τριάδα· τότε γὰρ ὁ θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Εἰ γὰρ τὰ νοήματα τῶν πραγμάτων ἐν τῇ διανοίᾳ γινόμενα εἰς ἀνάμνησιν ἄγει τῶν πραγμάτων τὸν νοῦν, πάντων δὲ τῶν νοημάτων χωρίζεται νοῦς θεὸν θεασάμενος, πάντων ἄρα τῶν γεγονότων ἐπιλανθάνεται νοῦς ὑποδεξάμενος τὴν ἁγίαν τριάδα. 4 1, 13.4-6 ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ Πονηρὸν τὸ ἐπίπονον λέγει, οὐ τὸ τῷ ἀγαθῷ ἀντικείμενον· ἐκεῖνο γὰρ οὐδενὶ δίδωσιν ὁ θεός· οὐ γάρ ἐστιν αἴτιος κακῶν, πηγὴ ἀγαθωσύνης ὑπάρχων, πλὴν εἰ μὴ λέγεται διδόναι ὡς συγχωρῶν κατὰ τὸν τῆς ἐγκαταλείψεως λόγον. 5 1, 15 διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι ∆ιεστραμμένον τὸν νοῦν τὸν ἀκάθαρτον λέγει· «διεστραμμένη γάρ, φησί, καρδία τεκταίνεται κακά.» Κόσ μον δὲ τὴν σοφίαν ἐν ταῖς Παροιμίαις ὠνόμασεν, ἔνθα λέγει· «κόσμος νεανίαις σοφία»· «εἰς κακότεχνον οὖν ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» Οὐκ εἶπε δέ· οὐ δυνήσεται τοῦ κοσμηθῆναι, ἀλλ'· οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι· κοσμεῖ μὲν γάρ τινα βίος ὀρθός, ἐπικοσμεῖ δὲ σοφία θεοῦ. ∆ιεστραμμένος τοιγαροῦν νοῦς κοσμηθῆναι μὲν δύναται· ἐπικοσμηθῆναι δὲ οὐ δύναται, ἐὰν μὴ διὰ τῶν ἀρετῶν ἐκκαθάρῃ ἑαυτὸν καὶ ποιήσῃ σκεῦος χρήσιμον τῷ δεσπότῃ. 6 Ὁ τοῦ θεοῦ ἀριθμὸς ὃν ἀριθμεῖ τοὺς ἁγίους πνευματι6 κήν τινα καὶ ὡρισμένην τάξιν δηλοῖ· «ἀριθμῶν γάρ, φησί, πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.» Τούτῳ τῷ ἀριθμῷ καὶ Μωσεῖ προστάσσει ὁ κύριος ἀριθμῆσαι τοὺς υἱοὺς Ἰσραήλ· ὁ δὲ ∆αυὶδ περὶ τῶν ἑρπόντων ἀνθρώπων καὶ ταῖς ἡδοναῖς δουλευόντων, τί φησιν; «ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός»· καὶ ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τῆς κακίας λέγει· «πολλοὺς γὰρ τρώσασα καταβέβληκε καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε.» Τὸ οὖν ἐνταῦθα λεγόμενον ὑστέρημα καὶ οἱ πεφονευμένοι καὶ τὰ ἑρπετὰ τῆς αὐτῆς εἰσι καταστάσεως, τῆς μὴ ἁρμοζούσης τῷ πνευματικῷ ἀριθμῷ. Εἰ δὲ λέγει ὁ ∆αυὶδ καὶ τῆς συνέσεως τοῦ θεοῦ μὴ εἶναι ἀριθμόν, οὐχ ὡς ἀναξίας αὐτῆς οὔσης τοῦ ἀριθμοῦ τοῦτο γράφει, ἀλλ' ὡς μὴ πεφυκυίας αὐτῆς διὰ τὸ ἀκατάληπτον ὑποβάλλεσθαι ἀριθμῷ. Ὥσπερ γὰρ τὸ ἀόρατον διχῶς λέγεται, καὶ τὸ μὴ πεφυκὸς ὁρᾶσθαι, ὡς θεός, καὶ τὸ πεφυκὸς μὲν ὁρᾶσθαι, οὐ μὴν δὲ ὁρώμενον, ὡς ἐν τῷ βυθῷ σίδηρος διὰ τὸ καλύπτεσθαι ὑπὸ τοῦ ὕδατος, οὕτω καὶ τὸ ἀναρίθμητον διχῶς λέγεται, καὶ τὸ μὴ πεφυκὸς ἀριθμεῖσθαι καὶ τὸ μὴ ἀριθμούμενον δι' αἰτίαν τινά. 7