1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

ἁμαρτωλῶν πολὺν» καὶ «κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης». Τοῖς γὰρ μὴ τοῦτο φυλαττομένοις φησί· «παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων», ἐνύπνιον λέγων τὸν καθευδούσαις ταῖς ψυχαῖς ἐφιστάμενον μετὰ πλήθους πειρασμῶν δαίμονα καὶ ἐκταράσσοντα τὴν ψυχήν, περὶ οὗ καὶ Ἰώβ φησι πρὸς τὸν κύριον· «ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήσσεις»· καὶ ∆αυὶδ τοῦτον ἐκκλίνων τὸν ἐχθρὸν παρακαλεῖ τὸν κύριον λέγων· «φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν»· καὶ ἐν ταῖς Παροιμίαις· «μὴ δῷς ὕπνον σοῖς ὄμμασι μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» Λέγει δὲ αὐτὸν καὶ φωνὴν τοῦ ἄφρονος, μετὰ ψευδῶν παραγινόμενον λόγων καὶ τὴν ψυχὴν ἀπατῶντα· καὶ τοῦτό ἐστι τὸ «ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος». ∆υνατὸν δὲ καὶ τοῦτο ἐφαρμόσαι τῇ φωνῇ τοῦ ἄφρονος τὸ «ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία». Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις προστάσσει ἀγρυπνεῖν τὸν ἄνθρωπον καὶ προσεύχεσθαι, ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· ὕπνος γάρ ἐστι λογικῆς ψυχῆς ἄγνοια καὶ κακία· ὅθεν καὶ ὁ Παῦλος τοὺς οὕτω καθεύδοντας διυπνίζει λέγων· «ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» 36 5, 3 καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν, σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος. 5, 4 ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι Τῶν ἀγαθῶν δώρων τὰ μὲν ἀπὸ ψυχῆς προσφέρεται τῷ θεῷ, τὰ δὲ ἀπὸ τοῦ σώματος, τὰ δὲ ἀπὸ τῶν πέριξ τοῦ σώματος. Καὶ ἀπὸ μὲν ψυχῆς προσφέρομεν αὐτῷ πίστιν ὀρθὴν καὶ δόγματα ἀληθῆ, δικαιοσύνην καὶ ἀνδρείαν καὶ σωφροσύνην· ἀπὸ δὲ τοῦ σώματος ἐγκράτειαν καὶ παρθενίαν καὶ μονογαμίαν· ἀπὸ δὲ τῶν πέριξ τοῦ σώματος υἱοὺς καὶ θυγατέρας καὶ δούλους καὶ χρήματα καὶ κτήματα. Ἴδωμεν τοίνυν τὸ ὑποσχέσθαι καὶ χρονίσαι· μήποτε οὐ τούτου τοῦ χρόνου τὸ μέγα διάστημα σημαίνει ὁ χρονισμός, ἀλλὰ τὴν παντελῆ ἄρνησιν τῆς ὑποσχέσεως· φαίνεται γὰρ ὁ Ἰακὼβ μετὰ πολλὰ ἔτη τὰς δεκάτας ἀποδεδωκὼς τῷ θεῷ ἃς ὑπέσχετο δώσειν αὐτῷ ἐπὶ τὴν Μεσοποταμίαν βαδίζων καὶ Ἄννα τὸν Σαμουὴλ μετὰ πολὺν χρόνον προσαγαγοῦσα τῷ θεῷ. Ἐπὶ μὲν τῶν δώρων τῶν πέριξ τοῦ σώματος οὕτως· ἐπὶ δὲ τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος δώρων, πῶς ἐκληπτέον; ἐγὼ νομίζω ὅτι ὁ ὑποσχόμενος πίστιν ὀρθὴν καὶ λέγων κτίσμα ἕν τι τῶν ἀπὸ τῆς ἁγίας τριάδος χρονίζει, καὶ ὁ ἐπαγγειλάμενος πάντα ὁμολογεῖν διὰ τοῦ θεοῦ γεγενῆσθαι καὶ αὐτοματισμὸν πάλιν εἰσάγων χρονίζει· καὶ ἐπὶ τῶν ἄλλων δογμάτων ὡσαύτως. Ἐπὶ δὲ τῶν ἀρετῶν οὕτως· ὁ ὑποσχόμενος δικαιοσύνην καὶ ἀδικῶν χρονίζει τοῦ ἀποδοῦναι, καὶ ὁ ἐπαγγειλάμενος σωφροσύνην καὶ πάλιν πορνεύων χρονίζει. Ἐπὶ δὲ τῶν τοῦ σώματος· ὁ ὑποσχόμενος ἐγκράτειαν καὶ πάλιν μεταλαμβάνων ἐδεσμάτων ποικίλων χρονίζει, καὶ ὁ ἐπαγγειλάμενος παρθενίαν ἢ μονογαμίαν καὶ γαμήσας ἢ διγαμήσας χρονίζει τοῦ ἀποδοῦναι. Τὸ δὲ πῶς «ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι» λύσομεν τὸ ἀπὸ τοῦ εὐαγγελίου προσάγοντες ὅτι ὁ δοῦλος ὁ μὴ ἐγνωκὼς καὶ μὴ ποιήσας δαρήσεται ὀλίγας, ὁ δὲ ἐγνωκὼς καὶ μὴ ποιήσας δαρήσεται πολλάς. 37 5, 5 μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτεῖν τὴν σάρκα σου καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι ἄγνοιά ἐστιν, ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου· 5, 6.1 ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν «Ἐν πλήθει, φησίν, ἐνυπνίων» πονηρῶν «καὶ ματαιοτήτων καὶ λόγων» ψευδῶν γίνεται ἄνθρωπος, διαφθαρέντων αὐτοῦ τῶν ἔργων ἀπὸ τῆς ἐγκαταλείψεως τοῦ θεοῦ, ἥτις συμβέβηκεν αὐτῷ διὰ τῆς οἰκείας παρανομίας. 38 5, 7 ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι· ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάσσει καὶ ὑψηλοὶ ἐπ'