1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

2, 6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα Ὑπερβατῶς εἴρηται· ἔστι δὲ αὐτοῦ ἡ ἐπ' εὐθεῖαν ἀνάγνωσις ἥδε· τοῦ ποτίσαι ἀπ' αὐτῶν τὰ ξύλα δρυμοῦ βλαστῶντα. 8 2, 10.1-4 καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ὑφεῖλον ἀπ' αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης Οὐ λόγῳ αἰτεῖ γνῶσιν ψυχή, ἀλλὰ τῇ καθαρότητι· «οὐ γὰρ πᾶς ὁ λέγων μοι· κύριε, κύριε, εἰσελεύσεται, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου»· κατὰ ἀναλογίαν γὰρ τῆς καταστάσεως καὶ τὴν γνῶσιν δεχόμεθα, εἴγε ᾧ μέτρῳ μετροῦμεν καὶ ἀντιμετρηθήσεται ἡμῖν· αἴτησις τοίνυν ἐστὶ νοητὴ ἀπάθεια ψυχῆς λογικῆς ἁγίαν γνῶσιν ἐπισπωμένη. Οὕτως οὖν οὐδὲν ὑφαιρεῖ ἀπὸ τῶν ὀφθαλμῶν ὁ πάσης τῆς γνώσεως παρέχων ἑαυτὸν δεκτικόν· πᾶσαν δὲ λέγω γνῶσιν, τὴν πεφυκυῖαν ἐπισυμβαίνειν ψυχῇ συνδεδεμένῃ αἵματι καὶ σαρκί. 9 Ὁ μηδὲν ἁμαρτάνων οὐκ ἀποκωλύει τὴν καρδίαν αὐτοῦ ἀπὸ πάσης πνευματικῆς εὐφροσύνης. 10 2, 11.4 καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· ἡ γὰρ προαίρεσίς ἐστι ποιὰ νοῦ κίνησις. Καὶ ὁ ∆αυίδ· «εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου»· καὶ ὁ Στέφανος· «κύριε Ἰησοῦ, φησί, δέξαι τὸ πνεῦμά μου»· καὶ ἐν ταῖς Βασιλείαις· «οὐκ ἐλύπησε, φησίν, ὁ ∆αυὶδ τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ.» 11 2, 14.1 τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ Εἰ «παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός», ἀνὴρ δὲ καὶ ὁ σοφός, κεφαλὴ τοῦ σοφοῦ ὁ Χριστός· ἀλλ' ὁ Χριστὸς ἡμῶν σοφία ἐστίν-»ἐγεννήθη γὰρ ἡμῖν σοφία ἀπὸ θεοῦ»-, ἡ κεφαλὴ ἄρα τοῦ σοφοῦ ἡ σοφία ἐστίν, ἐν ᾗ τοὺς ὀφθαλμοὺς ἔχει τῆς διανοίας ὁ σοφὸς θεωρῶν ἐν αὐτῇ τοὺς λόγους τῶν γεγονότων. 12 2, 22 ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον Ἐντεῦθεν δείκνυται ὅτι ἡ προαίρεσις τοῦ πνεύματος προαίρεσις καρδίας ἐστίν. 13 2, 25 ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ; Τίς γὰρ χωρὶς Χριστοῦ δυνήσεται φαγεῖν τὰς σάρκας αὐτοῦ ἢ πιεῖν τὸ αἷμα αὐτοῦ, ἅπερ ἀρετῶν σύμβολά ἐστι καὶ γνώσεως; 14 2, 26.4-7 καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος Τοῦτο ὅμοιόν ἐστι τῇ παροιμίᾳ τῇ λεγούσῃ· «ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτὸν» καὶ «σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ»· διόπερ ἀρκεσθῶμεν τοῖς ἐκεῖσε κειμένοις σχολίοις. Πλὴν τοῦτο ἰστέον, ὅτι ματαιότητα τὴν συναγωγὴν τῶν ἁμαρτιῶν ἀπεφήνατο, οὐ τὸ τυχεῖν αὐτὸν παρὰ θεοῦ ἀγαθοῦ διδασκάλου. 15

3, 10 εἶδον σὺν τὸν περισπασμὸν ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώπου τοῦ περισπᾶσθαι ἐν αὐτῷ. 3, 11 σύμπαντα ἃ ἐποίησεν καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλους. 3, 12 ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ· 3, 13 καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν Εἶδον, φησί, τὰ αἰσθητὰ πράγματα περισπῶντα τὴν διάνοιαν τοῦ ἀνθρώπου, ἅπερ ἔδωκεν ὁ θεὸς πρὸ τῆς καθάρσεως τοῖς ἀνθρώποις ἵν' ἐν αὐτοῖς περισπῶνται. Πρόσκαιρον δὲ αὐτῶν τὴν καλλονὴν λέγει καὶ οὐκ ἀΐδιον· μετὰ γὰρ τὴν κάθαρσιν οὐκ ἔτι ὡς περισπῶντα τὸν νοῦν αὐτοῦ μόνον ὁ καθαρὸς τὰ αἰσθητὰ πράγματα καθορᾷ, ἀλλ' ὡς ἐγκείμενα αὐτῷ πρὸς τὴν πνευματικὴν θεωρίαν. Ἄλλως γὰρ τυποῦται ὁ νοῦς τοῖς αἰσθητοῖς διὰ τῶν αἰσθήσεων ἐπιβάλλων αἰσθητῶς, καὶ ἄλλως διατίθεται τοὺς λόγους τοὺς ἐναποκειμένους τοῖς αἰσθητοῖς θεωρῶν· ἀλλ' αὕτη μὲν ἡ γνῶσις καθαροῖς μόνον ἐπισυμβαίνει, ἡ δὲ διὰ τῶν αἰσθήσεων κατανόησις τῶν πραγμάτων καὶ καθαροῖς καὶ ἀκαθάρτοις. ∆ιὸ καὶ περισπασμὸν