1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων· 7, 6 ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως ὁ τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης. 7, 7 ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπολλύει τὴν εὐτονίαν τῆς καρδίας αὐτοῦ Ὅταν μὲν ὑπὲρ τῆς ἀρετῆς ἀγωνιζόμενος ὁ θυμὸς πυκτεύῃ τοῖς δαίμοσιν, ἔστιν ἰσχυρὸς καὶ ἐπαινετός· ὅταν δὲ ὑπὲρ τῶν φθαρτῶν πραγμάτων διαμάχηται τοῖς ἀνθρώποις, γίνεται ψεκτός. Ἐνταῦθα τοίνυν ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ μὲν ἄφρων ἀγαθύνεται ἐν τῇ κακίᾳ καὶ γελᾷ καὶ εὐφραίνεται ἐπ' αὐτῇ, μήτε ᾄσματα αἰσχρὰ παραιτούμενος μήτε γέλωτας τὴν ψυχὴν αὐτοῦ διαφθείροντας δίκην πυρὸς ἐν ἀκάνθαις ἀναπτομένου· ὁ δὲ δίκαιος καὶ θυμοῦται κατὰ τῶν τοιούτων παθῶν καὶ ἀγανακτεῖ καὶ προτιμότερον ἡγεῖται εἶναι πένθος μὲν τῆς τοιαύτης εὐφροσύνης, ἐπιτίμησιν δὲ σοφοῦ τῶν τοιούτων ᾀσμάτων· ματαιότητα δὲ τὴν τοιαύτην ζωὴν ὀνομάζει καὶ συκοφαντίαν, εὐκόλως ἀπατῶσαν καρδίαν σοφοῦ καὶ διαλύουσαν τὴν ἐν ταῖς ἀρεταῖς αὐτῆς εὐτονίαν. 57 7, 8.1 ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτῶν Κρείσσων, φησίν, ὁ ποιητὴς τοῦ νόμου ὑπὲρ τὸν ἀκροατὴν τοῦ νόμου· οἱ γὰρ πρῶτοι λόγοι τῆς διδασκαλίας λέγονται λόγοι, οἱ δὲ ἔσχατοι λόγοι καλοῦνται λόγοι τῶν ἔργων, εἴγε καὶ οἱ λόγοι διὰ τὰ καλὰ ἔργα καλοὶ λόγοι λέγονται εἶναι. 58 7, 9 μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται Σημειωτέον ὅτι κόλπον ἄντικρυς ἐνταῦθα τὴν ψυχὴν ὀνομάζει· οὐ γὰρ ἄν τις εἴποι τὸ θυμὸν ἐν τῷ αἰσθητῷ ἀναπαύσασθαι κόλπῳ. 59 7, 10 μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου Εἰ «φόβος κυρίου προστίθησιν ἡμέρας», ἐφ' ἡμῖν ἐστι τὸ ἀγαθῶν ἢ ἀγαθωτέρων ἀπολαύειν τῶν τῆς ἁγίας γνώσεως ἡμερῶν. Τὸ δὲ νομίζειν τοῖς πρεσβυτέροις κατὰ τὸν χρόνον καὶ τὰ πρωτεῖα τῆς γνώσεως δίδοσθαι οὐ σοφῶν· οὐδὲ γὰρ εἴ τι ἀρχαῖον, τοῦτο καὶ τιμῆς ἄξιον, ἐπειδὴ παλαιὰ μὲν πάντως καὶ ἡ κακία, ἀλλ' οὐχὶ καὶ τιμᾶσθαι διὰ τὸν χρόνον ἀξία, εἴπερ «οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοὶ οὐδ' οἱ γέροντες οἴδασι κρίμα». 60 7, 11 ἀγαθὴ σοφία μετὰ κληροδοσίας, καὶ περισσεία τοῖς θεωροῦσιν τὸν ἥλιον· 7, 12 ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ τοῦ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ' αὐτῆσ Ὥσπερ ἔχουσί τι περισσὸν οἱ θεωροῦντες τὸν ἥλιον τῶν τεθεωρηκότων μέν, μηκέτι δὲ θεωρούντων, οὕτω κέκτηνταί τι πλέον οἱ τυχόντες σοφίας καὶ ἐξουσιάσαντες αὐτῆς-τοῦτο γάρ ἐστι τὸ «μετὰ κληροδοσίας»-τῶν λαβόντων καὶ ἐκπεσόντων αὐτῆς δι' οἰκείας παρανομίας. Ὅτι πᾶς ὁ κτησάμενος σοφίαν καὶ ἀπολέσας αὐτὴν πρῶτον μὲν σκιὰν σοφίας καὶ οὐ σοφίαν ἐκτήσατο, ἔπειτα δὲ καὶ ἔοικεν ἀνθρώπῳ σκιὰν ἀργυρίου κατεσχηκότι, ἀργύριον δὲ μὴ κτησαμένῳ· ἡ γὰρ σοφία πέφυκεν οὐ λαμβανομένη, ἀλλὰ συνοῦσα ζωοποιεῖν διὰ τῆς γνώσεως τὸν κεκτημένον αὐτήν. 61 7, 15.2-3 ἔστιν δίκαιος ἀπολλυόμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ Ἀπώλεια λέγεται καὶ ἡ διὰ δοκιμὴν ἐγκατάλειψις, ὡς ἐπὶ τοῦ Ἰώβ· «ἀπωλόμην γάρ, φησί, καὶ ἔξοικος ἐγενόμην.» 62 «Ἐμοῦ δὲ παρὰ μικρόν, φησὶν ὁ ∆αυίδ, ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» 63 7, 16 μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. 7, 17 μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. 7, 18 ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι ὁ φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα Μὴ ἐγχρονιζέτω, φησίν, ἐν τῇ καρδίᾳ σου λογισμὸς ἀσεβής, μήποτε ἀσεβήσασα ἡ ψυχή σου ἀποθάνῃ ἐν ἀγνωσίᾳ. Ἐν οὐ καιρῷ αὐτῶν ἀπέθανον οἱ Σοδομῖται καὶ οἱ Γομορρῖται. Καὶ εἰ ὁ χρόνος οὗτος καιρός ἐστι κατορθώσεως, οἱ ἐν τῷ χρόνῳ τούτῳ ἀποθνῄσκοντες καὶ χωριζόμενοι τῆς ζωῆς τῆς εἰπούσης· «ἐγώ εἰμι ἡ ζωή», οὐκ ἐν καιρῷ ἀποθνῄσκουσιν. 64 Ἀγαθὸν τὸ ἀντέχεσθαί σε τοῦ μὴ δίκαιον