3
πρόσκαιρον εἶπεν αὐτὴν παρὰ θεοῦ δεδομένην· προνοούμενος γὰρ ὁ θεὸς τῆς ἐμπαθοῦς ψυχῆς ἔδωκεν αὐτῇ αἰσθήσεις καὶ πράγματα αἰσθητά, ὅπως ἐν αὐτοῖς περισπωμένη καὶ νοηματιζομένη ἐκφεύγῃ τοὺς μέλλοντας αὐτῇ παρὰ τῶν ἀντικειμένων ἐμβάλλεσθαι λογισμούς. Ἔδωκε δὲ αὐτοῖς, φησί, καὶ τὸν αἰῶνα, τουτέστι τοὺς λόγους τοῦ αἰῶνος· αὕτη γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἣν ἐντὸς ἔχειν ἡμᾶς εἶπεν ὁ κύριος, ἥτις καλυπτομένη ὑπὸ τῶν παθῶν οὐχ εὑρίσκεται τοῖς ἀνθρώποις. Ἔγνων οὖν, φησίν, ὅτι οὐκ ἔστι τὰ πράγματα ἀγαθά, ἀλλ' οἱ λόγοι τῶν πραγμάτων, ἐφ' οἷς καὶ εὐφραίνεσθαι πέφυκεν ἡ φύσις ἡ λογικὴ καὶ ἐργάζεσθαι τὸ ἀγαθόν· οὐδὲν γὰρ οὕτω τρέφει καὶ ποτίζει τὸν νοῦν ὡς ἀρετὴ καὶ γνῶσις θεοῦ. 16 Τὸ ἀγαθὸν ποιοῦμεν διὰ τῆς εὐκαίρου χρήσεως τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων ἡμῖν· οὕτω γὰρ καὶ πάντα καλὰ ἔσται ἐν καιρῷ αὐτοῦ καὶ «ἰδοὺ πάντα καλὰ λίαν». 17 3, 14 ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ Εἰ «πάντα ὅσα ἐποίησεν ὁ θεὸς ἔσται εἰς τὸν αἰῶνα», τὴν δὲ κακίαν ὁ θεὸς οὐκ ἐποίησεν, οὐκ ἔσται ἄρα εἰς τὸν αἰῶνα ἡ κακία. 18 Ἀπὸ τῆς πολυποικίλου σοφίας οὐκ ἔστιν ἀφελεῖν καὶ ταύτῃ οὐκ ἔστι προσθεῖναι. Ἐποίησε δέ, φησίν, αὐτὴν ὁ θεὸς ἵνα οἱ ἄνθρωποι ἐφιέμενοι τῆς γνώσεως παύσωνται τῆς κακίας· «τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.» 19 3, 15 τὸ γενόμενον ἤδη ἐστίν, καὶ ὅσα τοῦ γίνεσθαι, ἤδη γέγονεν, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον Εἰ «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», ἡ δὲ βασιλεία τῶν οὐρανῶν οἱ λόγοι τῶν γεγονότων καὶ γενησομένων αἰώνων εἰσί, μακάριοι ἄρα οἱ δεδιωγμένοι, ὅτι αὐτοὶ γνώσονται τὴν θεωρίαν τῶν γεγονότων. Τοῦτον γὰρ λέγεται ζητεῖν ὁ θεὸς ὃν φωτίζει τῇ γνώσει καὶ τοῦτον μὴ ζητεῖν ὃν μὴ φωτίζει τῇ γνώσει· «ἐπλανήθην, φησὶν ὁ ∆αυίδ, ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην»· καὶ γὰρ αὐτὸς ἦν διωκόμενος· «πολλοί, φησίν, οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.» 20 3, 18 ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦτο δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσίν Λαλιὰν νῦν τοῦ ἀνθρώπου τὸν βίον αὐτοῦ ὠνόμασεν, εἴγε περὶ παντὸς ἀργοῦ λόγου δώσομεν εὐθύνας ἐν ἡμέρᾳ κρίσεως, ἐν ᾗ καὶ οἱ καθαροὶ καὶ οἱ ἀκάθαρτοι φανεροῦνται. 21 3, 19 καί γε αὐτοῖς συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσιν· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν, ὅτι τὰ πάντα ματαιότης. 3, 20 τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν· 3, 21 καὶ τίς οἶδεν τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν; 3, 22 καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἐὰν γένηται μετ' αὐτόν; Συνάντημα λέγει τὰ κοινῶς συμβαίνοντα πᾶσιν ἀνθρώποις καὶ δικαίοις καὶ ἀδίκοις ἐν τῷ κόσμῳ τούτῳ, οἷον ζωήν, θάνατον, νόσον, ὑγείαν, πλοῦτον, πενίαν, ἀποβολὰς μελῶν, γυναικῶν, τέκνων, ὑπαρχόντων, ἀφ' ὧν οὐκ ἔστι διαγνῶναι πρὸ τῆς κρίσεως τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. Κοινὸν δὲ λέγει αὐτῶν καὶ τὸ ἀπὸ τοῦ χοὸς εἶναι καὶ τὸ ἐπιστρέφειν πάλιν ἐπὶ τὸν χοῦν καὶ τὸ μίαν αὐτοὺς ἔχειν ψυχὴν οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει· «πνεῦμα γάρ, φησίν, ἓν τοῖς πᾶσι.» Κτῆνος δὲ νῦν εἶπε τὸν ἄνθρωπον τὸν γενόμενον ἐν τιμῇ καὶ μὴ συνιέντα, ἀλλὰ διὰ τῶν ἀλόγων ἡδονῶν συμπαραβληθέντα τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιωθέντα αὐτοῖς. Ἀλλ' οὐδὲ δι' ὧν ἐνεργοῦσιν οἱ δίκαιοι καὶ οἱ ἄδικοι γνώριμοι σαφῶς ἔσονται πρὸ τῆς κρίσεως, πολλῶν ἀδίκων