1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

ἀγαθωσύνην μὴ θεασάμενος· οὐδ' αὖ πάλιν τὸ ἀγαθὸν ὅραμα τῶν ὀφθαλμῶν ἐστι ματαιότης, ἀλλ' ὁ πορευόμενος τῇ ψυχῇ. 52 6, 10 εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν· 6, 11 ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. τί περισσὸν τῷ ἀνθρώπῳ; 6, 12 ὅτι τίς οἶδεν τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ, ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον, καὶ καθὼς ἔσται, τίς ἀπαγγελεῖ αὐτῷ; Τῶν ὀνομάτων τὰ μὲν τῆς σωματικῆς ἐστι φύσεως, τὰ δὲ τῆς ἀσωμάτου· καὶ τὰ μὲν τῆς σωματικῆς φύσεως ὀνόματα σημαίνει τὴν ἑκάστου πράγματος ποιότητα, ἥτις συνίσταται ἐκ μεγέθους καὶ χρώματος καὶ σχήματος· τὰ δὲ τῶν ἀσωμάτων ὀνόματα δηλοῖ τὴν ἑκάστου λογικοῦ κατάστασιν, ἤτοι ἐπαινετὴν οὖσαν ἢ ψεκτήν· ἀλλὰ τὰ μὲν πρότερα ὀνόματα ἁπλῶς τοῖς πράγμασι τέθειται, τὰ δὲ δεύτερα οὐχ ἁπλῶς· τῆς γὰρ προαιρέσεως ἤρτηται. Τοῦ γὰρ αὐτεξουσίου ἐστὶ τὸ ῥέψαι πρὸς ἀρετὴν καὶ καταξιωθῆναι γνώσεως τῆς ποιούσης αὐτὸν ἄγγελον ἢ ἀρχάγγελον ἢ θρόνον ἢ κυριότητα ἢ ῥέψαι πρὸς κακίαν καὶ πλησθῆναι ἀγνοίας τῆς ποιούσης αὐτὸν δαίμονα ἢ σατανᾶν ἢ ἄλλον τινὰ κοσμοκράτορα τοῦ σκότους τούτου. Εἴ τι οὖν, φησίν, γέγονε κατὰ τὸν τῆς κοσμοποιΐας καιρόν, ἔλαβεν ὄνομα σημαῖνον αὐτοῦ τὴν κατάστασιν, ἔλαβε δὲ καὶ ὁ ἄνθρωπος τὸ οἰκεῖον τῆς καταστάσεως αὐτοῦ ὄνομα. Μὴ τοίνυν λεγέτω, φησίν, ὁ ἄνθρωπος· τίνος χάριν τοιούτῳ σώματι συνεζεύχθην καὶ διὰ τί μὴ γέγονα ἄγγελος, εἰ μὴ ἄρα προσωποληψία ἐστὶ παρὰ τῷ θεῷ ἢ αὐτεξούσιοι οὐ γεγόναμεν; οἱ γὰρ τοιοῦτοι λόγοι πληθύνουσι ματαιότητα. Πῶς δὲ ἐρεῖ καὶ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ πῶς ἀνταποκρίνεται τῷ θεῷ; ἀλλὰ τούτων μὲν παυσάσθω τῶν λόγων, τὰ δὲ συντελοῦντα πρὸς ἀρετὴν καὶ γνῶσιν ποιείτω, ἐφ' ὅσον ἐστὶν ἐν τῷ σκιώδει τούτῳ αἰῶνι, πάντα τὰ τῇδε μάταια καὶ σκιὰν λογιζόμενος καὶ ὡς λήθῃ καλυφθήσεται τὰ τοῦ βίου τούτου μετὰ τὴν ἔξοδον. 53

7, 1 ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν

γενέσεως αὐτοῦ Τὰ ὀνόματα τῇ ἰδίᾳ φύσει οὔτε ἀγαθά ἐστιν οὔτε πονηρά· ἀπὸ γὰρ διαφόρων συνέστηκε γραμμάτων, οὐδεμία δὲ γραμμή ἐστιν ἀγαθὴ ἢ κακή· τιθέμενα δὲ πράγμασιν ἀγαθοῖς λέγεται ἀγαθὰ καὶ πονηροῖς πονηρά. Ἐνταῦθα οὖν τὸ ὄνομα τὸ ἀγαθὸν πρᾶγμα σημαίνει ἀγαθόν· οὐδὲν δὲ τῶν γεγονότων ἀγαθὸν λέγει ὁ Σολομὼν εἰ μὴ ἀρετὴν καὶ γνῶσιν θεοῦ. Τὸ δὲ ἔλαιον νῦν τὴν σωματικὴν σημαίνει τρυφὴν ἥτις τοῖς τρυφῶσι φαίνεται εἶναι ἀγαθή. Τὸ μὲν γὰρ ἀγαθὸν τῇ φύσει λέγεται εἶναι ἀγαθὸν ὡς ἡ ἀρετή, τὸ δέ τισιν ὡς ὁ χρυσὸς καὶ ὁ ἄργυρος· οὕτω καὶ ὁ πλούσιος τὰ ἀγαθὰ αὐτοῦ ἀπέλαβεν ἐν τῇ ζωῇ αὐτοῦ «καὶ Λάζαρος ὁμοίως τὰ κακά». Ὅτι δὲ τὸ ἔλαιον ἀντὶ τρυφῆς παραλαμβάνεται, παρίστησιν ὁ ∆αυὶδ λέγων περὶ τῶν ἀνθρώπων ὅτι «ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν». 54 Εἰ ὁ ἐπαινετὸς θάνατος καθ' ὃν συναποθνῄσκουσιν οἱ δίκαιοι τῷ Χριστῷ διαλύειν πέφυκε ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας, οὕτω πάλιν ἡ ἀντικειμένη γένεσις τούτῳ τῷ θανάτῳ συνάπτει ψυχὴν κακίᾳ καὶ ἀγνωσίᾳ· διὸ καὶ προτιμότερος ὁ τοιοῦτος θάνατός ἐστιν τῆς τοιαύτης γενέσεως. 55 7, 2 ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τὸ τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγαθὸν ἐν καρδίᾳ αὐτοῦ Τέλος τοῦ ἀνθρώπου ἡ μακαριότης ἐστίν. Εἰ δὲ μακαρίζει τὸ πένθος ἐν τοῖς εὐαγγελίοις ὁ κύριος· «μακάριοι γάρ, φησίν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καλῶς τὸ πένθος ὁ Σολομὼν τέλος τοῦ ἀνθρώπου φησίν, ὅπερ τοὺς ἐν αὐτῷ ζῶντας πληροῖ τῶν πνευματικῶν ἀγαθῶν. 56 7, 3 ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία. 7, 4 καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης. 7, 5