1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

1

De paenitentia (sermo 1) [Sp.]

Λόγος παραινετικὸς περὶ μετανοίας, ἐν ᾧ ἐμνημόνευσε καὶ ἐστηλίτευσε πάντα τὰ πάθη τῶν ἀνθρώπων. Λόγος Αʹ.

60.681 αʹ. Ἀεὶ μὲν μνημονεύειν Θεοῦ καλὸν, καὶ πάνυ καλόν· καὶ τί ἂν γένοιτ' ἂν

τούτου κάλλιον; Ἡ γὰρ τῶν κριμάτων αὐτοῦ μνήμη παράκλησιν παρέχει, καθώς φησιν ὁ Προφήτης· Ἐμνήσθην τῶν κριμάτων σου τῶν ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Πόσην λοιπὸν παράκλησιν καὶ παραμυθίαν εἰκὸς καὶ εὐφροσύνην ὑποδέχεσθαι τὸν ἀεὶ τοῦ Θεοῦ μνημονεύοντα; καθὼς πάλιν ὁ αὐτὸς Προφήτης λέγει· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Καὶ γενόμενος ἐν ἀπολαύσει τῆς ἐκ τῆς μνήμης ταύτης εὐφροσύνης, οὐκ ἔτι ἠνέσχετό τι ἄλλο ἐπὶ μνήμης φέρειν, εἰ μὴ μόνον τοῦ Θεοῦ, λέγων· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου· καὶ πάλιν, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Καὶ ἀλλαχοῦ πάλιν καθολικώτερον λέγει· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς. Ὁρᾷς ὅσην ὠφέλειαν παρέχει ἡ τοῦ Θεοῦ μνήμη; ὁρᾷς ὅσην ἰσχὺν παρέχει, ὡς καὶ τὰ πέρατα τῆς οἰκουμένης ἑλκύσαι πρὸς ἑαυτήν; Καὶ οὐ μόνον εἰδωλολατρείας ἠλευθέρωσεν, ἀλλὰ καὶ αὐτῆς τῆς μνήμης αὐτῶν λήθην ἐνεποίησεν. Ἑλκυσθέντα γὰρ ὑπὸ τῆς τοῦ Θεοῦ μνήμης καὶ φωτισθέντα καὶ γνωρίσαντα Θεὸν ἀληθινὸν, λέγουσι περὶ τῶν ματαίων εἰδώλων· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Εἶδες μνήμης Θεοῦ ἰσχύν; εἶδες ἀλλοίωσιν ἀγαθήν; εἶδες μετοικεσίαν ἐπαινουμένην; Ἀληθῶς Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἤγουν τῆς Χριστοῦ ἐπιδημίας, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, δι' οὗ τὰ πάντα ἐγένετο. Λοιπὸν καλῶς ἐν ἀρχῇ τοῦ λόγου εἶπον, ὅτι πάντων τῶν καλῶν κάλλιον τὸ μνημονεύειν Θεοῦ. Ταύτης τῆς μνήμης ἐν πείρᾳ γενόμενος ὁ Προφήτης, καὶ τὴν ἐξ αὐτῆς ὠφέλειαν ἐπιλαβόμενος, πάντων ἡδονῶν τε καὶ τῶν τερπνῶν ὥσπερ ἐπιλαθόμενος, ἕως καὶ τοῦ φαγεῖν τὸν ἄρτον, ἔλεγε· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου· καὶ, Οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου. Τῆς τοιαύτης μνήμης τὴν ὠφέλειαν καὶ ὁ Ἀπόστολος εὑρὼν καὶ γευσάμενος ἔλεγεν, οὐ πρὸς Τιμόθεον μόνον, ἀλλὰ πρὸς πάντα ἄνθρωπον, Τιμοθέῳ λέγων· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ 60.682.20 νεκρῶν. Καὶ ὥσπερ ὁ ἔχων θησαυρὸν ἔν τινι τόπῳ κεκρυμμένον, πᾶσαν ὥραν, ἡμέραν τε καὶ νύκτα ὅλος ὁ νοῦς αὐτοῦ ἐκεῖ ἐστι, καὶ ὥσπερ τις σιδηροδέσμιος παραμένει, καὶ οὔτε κἂν βραχὺ τοῦ τόπου ἀφίσταται, καθὼς καὶ ὁ Κύριος εἶπεν, Ὅπου ὁ θησαυρὸς, ἐκεῖ ἐστι καὶ ἡ καρδία ὑμῶν· οὕτω καὶ ὁ ἐπιθυμῶν ἐκείνης τῆς ὡραιότητος καὶ τῆς ἐλεύσεως τοῦ ἐπουρανίου νυμφίου, ἀεὶ αὐτοῦ ἐκείνου μόνου μνημονεύει, ἑλκόμενος ὑπὸ τοῦ θείου ἔρωτος καὶ τῆς ἀκορέστου ἐπιθυμίας, ψάλλων ἀεὶ μετὰ τοῦ ἱεροψάλτου ∆αυῒδ τὸ, Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην.

Τοῦτο καὶ ὁ Κύριος ἐνετείλατο ἡμῖν λέγων· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁρᾷς πῶς μνημονεύεσθαι θέλει παρ' ἡμῶν αὐτῶν ὁ Κύριος; Μνημονεύσωμεν οὖν φιλόχριστοι τοῦ Θεοῦ πάντοτε, καὶ μὴ ἐπιλαθώμεθα, ἵνα μὴ καὶ ἡμᾶς ὀνειδίσῃ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. Ἀλλὰ τοῦ μὲν μνημονεύειν Θεοῦ μὴ παυσώμεθα, καὶ ὑπὲρ τοῦ μνημονευθῆναι ἡμῶν, αὐτῷ κράζειν μὴ ὀκνήσωμεν· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὥσπερ δὲ καλὸν μνημονεύειν Θεοῦ διὰ τὴν ἀκόρεστον ἐκείνην εὐφροσύνην, οὕτω πάλιν μέγα κέρδος καὶ ὠφέλειαν ἔχοι ἂν ἡ μνήμη, οὐ μόνον