1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

10

ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Τίς δὲ ἡ δύναμις τοῦ ῥητοῦ; Οὐχ ὅτι ἠγνόει ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀλλ' ὅτι οὐ δι' αὐτὸν ἦσαν οἱ ἀγῶνες καὶ οἱ κόποι αὐτῶν, ἀλλὰ πρὸς ἐπίδειξιν ἀνθρώπων, καὶ οὐ κατὰ ἀγάπην Θεοῦ. Ὅθεν καὶ τὴν ἀσπλαγχνίαν σύμβουλον παραλαβοῦσαι, ἐστερήθησαν οὐ μόνον τοῦ ἐπουρανίου νυμφίου, ἀλλὰ καὶ τῆς ἀκορέστου θέας τοῦ ὡραιοτάτου παραδείσου. Ἔνθα γὰρ χωρὶς ἀγάπης τι ἐπιτελεῖται, ἐκεῖ ὁ Χριστὸς οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ λοιπὸν ἡ ἀσπλαγχνία ἄδειαν εὑροῦσα καὶ τόπον ἀφύλακτον σπουδαίως ἐμπηδήσασα, κατακρατεῖ καὶ κυριεύει τοῦ τόπου, ἐκδιώκει τὴν ἀγάπην, φυγαδεύει τὴν συμπάθειαν, ἐξορίζει τὸ ἔλεος, τῆς εἰρήνης τὸν ἄγγελον ἀναγκάζει ὑποχωρῆσαι καὶ λοιπὸν στερηθεὶς ὁ τόπος τῆς ἐκ Θεοῦ ἀγάπης καὶ τοῦ ἐλέους, γίνεται ὁ οἶκος ἔρημος καὶ κατοικητήριον παντὸς πάθους καὶ πνεύματος ἀκαθάρτου, καὶ γίνεται γῆ 60.690 ἀλλοτρία καὶ γῆ ἐπιλελησμένη, ἔνθα Θεὸς οὐ γινώσκεται. ∆ιὸ ἀκούουσι τὸ, Οὐκ οἶδα ὑμᾶς. Ὢ τοῦ δεινοῦ θηρίου τούτου· ποῖον καρπὸν τῆς ἀμπέλου διέφθειρε καὶ οὐκ ἐνεπλήσθη; Αὕτη γὰρ ὅλον τὸ πλῆθος τῶν ἐξ εὐωνύμων κατέπιε, πρόξενος γενομένη τοῦ πυρὸς τοῦ αἰωνίου· αὕτη τὸν τόπον εὑροῦσα ταῖς διανοίαις τῶν πέντε μωρῶν παρθένων, καὶ ἰδίας μαθητρίας ποιήσασα, καὶ τὰς θύρας τοῦ νυμφῶνος κλείσασα, ἀγνωρίστους αὐτὰς τοῦ νυμφίου παρεσκεύασεν. Ὢ κάκιστον καὶ ἀχόρταστον θηρίον· πόσους κατέπιε, πόσους ἠφάνισε, πόσους ἐφόνευσε, πόσους κατέκαυσεν ἐκείνῳ τῷ πυρί; Ἀλλ' οὐχὶ τοῖς εὐσπλάγχνοις καὶ ἐλεήμοσιν, μὴ γένοιτο· καυχᾶται γὰρ ὁ ἐλεήμων, κρίσεως μὴ πτοούμενος· Ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον· ἀλλὰ τῷ διαβόλῳ ἡτοίμασται κατὰ τὴν ἀθάνατον φωνὴν τοῦ Κυρίου, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐγὼ δὲ λέγω, καὶ τοῖς μαθηταῖς αὐτοῦ, περὶ ὧν πρὸ μικροῦ διηγησάμεθα τῶν τε ἐξ εὐωνύμων καὶ τῶν μωρῶν παρθένων. Οὗτοι πάντες καὶ ἕως τέλους οἱ τὰ ὅμοια πράττοντες, μαθηταὶ αὐτοῦ τυγχάνουσιν.

Αὕτη καὶ τὸν πλούσιον ἐκεῖνον μαθητὴν λαβοῦσα, προεξένησεν αὐτῷ τὸν τόπον ἐκεῖνον τῆς βασάνου, ἔνθα καταφλεγόμενος, ὑψηλὰς ἠφίει φωνὰς λέγων, Ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ· τοιαύτας γὰρ δωρεὰς χαρίζεται ἡ ἀσπλαγχνία τοῖς ἀγαπῶσιν αὐτήν. Αὕτη γὰρ καὶ τὸ χάσμα ἐκεῖνο τὸ ἐξαίσιον ὤρυξε πρὸ προσώπου αὐτοῦ, ἵνα μὴ ἰσχύσας ποτὲ περάσῃ εἰς τὸν τόπον ἀνέσεως, καὶ εὑρήσῃ ἀνάπαυσιν· αὕτη γὰρ ὀρυκτὴς τῶν λάκκων καὶ δημιουργὸς τυγχάνει· ἄλλην γὰρ τέχνην τὸ θηρίον τοῦτο οὐκ ἐπίσταται. Οὐαί σοι, ἀσπλαγχνία, καὶ τοῖς μαθηταῖς σου· οὐαί σοι, ἀπήνεια, καὶ τοῖς κτήτορσί σου· τί σοι τὸ ὄφελος τοσοῦτον πλῆθος ἀνθρώπων ἀποχωρίσαι ἀπὸ τοῦ Θεοῦ; Ἄκουε δῆθεν καὶ τῆς ἀσπλαγχνίας ἀποκρινομένης· Ἐμὸν ἔργον ἐστὶν ὀρύσσειν βότρους, θύρας κλείειν, σπιλοῦν χιτῶνας, κλείειν σπλάγχνα τοῦ μὴ ἐλεεῖν· ἐμὸν κέρδος, κτήσασθαι πολλοὺς φίλους καὶ ἀπολέσαι· ἐμὴ χαρὰ, περισσοτέρους ποιῆσαι μαθητὰς, καὶ τῷ ᾅδῃ παραπέμψαι· ὅτε οἱ ἐξ εὐωνύμων κατῃσχυμμένοι παρειστήκασιν ὀνειδιζόμενοι καὶ ἐγκαλούμενοι, τότε ἐγὼ ἐχόρευον· καὶ ὅτε ἐξεπέμποντο εἰς τὸ πῦρ τὸ αἰώνιον, ὅπερ ἐγὼ αὐτοῖς προεξένησα, ἐγὼ ἐσκίρτουν· ὅτε ὀδυρόμενοι ἀπήρχοντο τοὺς ὀδόντας τρίζοντες καὶ ὑπὸ δαιμόνων ὠθούμενοι, ἐγὼ ἤμην συνωθοῦσα καὶ συγχαίρουσα· καὶ ὅτε αἱ δέκα παρθένοι ἡτοιμάζοντο ἀπαντῆσαι τῷ νυμφίῳ, ἐγὼ ἐκύκλουν αὐτὰς, καὶ τὰς μὲν πέντε οὐκ ἴσχυσα ἀποστῆσαι· πολλοὺς γὰρ πένητας καὶ πτωχοὺς καὶ ἀδυνάτους εἶχον κύκλῳ αὐτῶν καὶ τηροῦντας αὐτὰς καὶ μετὰ ἀγγέλων· ἐθεώρουν δὲ καὶ δεξιὰν Κυρίου σκέπουσαν αὐτὰς, καὶ ἔφριττον· τὰς δὲ λοιπὰς πέντε εὑροῦσα γυμνὰς ἀπὸ τῆς τοῦ Θεοῦ ἀγάπης, ἐποίησα αὐτὰς μαθητρίας μου, καὶ ἔπεισα αὐτὰς μὴ ἀγοράσαι ἔλαιον, καὶ ἔσβεσα τὰς λαμπάδας αὐτῶν τῇ ἀσπλαγχνίᾳ, καὶ ἐσκότισα τὰς καρδίας αὐτῶν, καὶ λοιπὸν μὴ ἔχουσαι φῶς ἐστερήθησαν τῆς εἰσόδου. Αἱ δὲ ἄλλαι πέντε ἕτοιμαι οὖσαι συνεισῆλθον τῷ