1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

1

In Psalmum 50 (homilia 2) [Sp.]

55.575 Εἰς τὰ ὑπόλοιπα τοῦ πεντηκοστοῦ ψαλμοῦ, καὶ περὶ μετανοίας. αʹ. Τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ἀποδοῦναι ὑμῖν βούλομαι σήμερον· ἀλλὰ λείψανα καὶ τράπεζαν ἀκού σας, ἀγαπητὲ, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς. Οὐ γὰρ κρέα κατακόπτομεν, ἀλλὰ νοήματα διδόαμεν πνευματικά. Οὐκ οἶνον ἄκρατον ἐκχέομεν, ἀλλὰ λόγον ἐνηχοῦμεν ὑμῶν τῇ διανοίᾳ. Ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς τραπέζης ἐὰν μείνῃ μίαν ἢ δευτέραν ἡμέραν τὰ κρέα, διαφθείρεται καὶ ἀπόλλυται· ἐπὶ δὲ τῶν νοημάτων, ἐὰν ὅλον τὸν ἐνιαυ τὸν παραμείνῃ, τὸ ἄνθος τὸ ἑαυτῶν καὶ τὴν εὐωδίαν ἀποδίδωσιν. Ἔμεινε τὰ κρέα, καὶ διεφθάρη τῷ χρόνῳ· ἔμεινε τὰ νοήματα, καὶ μένει τὴν οἰκείαν εὐωδίαν ἀπο διδόντα. Ἔφαγέ τις κρέα, καὶ εἰς διαφθορὰν ἐχώρησεν· ἔφαγέ τις νοήματα, καὶ εἰς ἀφθαρσίαν ἐχειραγωγήθη. Ἔφαγέ τις κρέα, καὶ ἠρεύξατο πολλὴν δυσωδίαν· ἔφαγέ τις νοήματα εὐωδίας πνευματικῆς, καὶ ἠρεύξατο πολλὴν ἀρετὴν, καὶ τὸν πλησίον εὔφρανε. Ὁ προφήτης οὖν ἐπειδὴ τοιαῦτα ἔτρωγεν, ἔλεγεν· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Σαλεύεται τὰ κύματα πάλιν, ἀλλ' ἡ διάνοια στηκέτω· σείεται τὰ σώματα, ἀλλ' ἡ ἀκοὴ ἀτρε μὴς ἔστω. Βλέπετε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Εἴδετε χθὲς τὸν βασιλέα καὶ προφήτην πολεμοῦντα, πίπτοντα, ἐγειρόμενον, νικῶντα, στεφανού μενον, ἀνακηρυττόμενον. Εἴδετε τὴν ἁμαρτίαν ἐπερχο μένην καὶ σφαζομένην διὰ τῆς μετανοίας. Ὡς ἄρκτος ἐπῆλθεν ἡ ἁμαρτία, καὶ κατέβαλεν, ἀλλ' εἰσῆλθεν ἡ με τάνοια, καὶ ἀνέστησε. Τὸ φάρμακον τῶν τραυμάτων, ἡ τῆς σωτηρίας ἐλπίς. Εἴδετε τὸν προφήτην εἰσιόντα καὶ ἐλέγχοντα τὸν προφήτην. Εἴδετε τὸν βασιλέα μετὰ φιλο σοφίας φέροντα τὸν ἔλεγχον, δεχόμενον τὴν τομὴν, ἀπαλ λασσόμενον τῆς σηπεδόνος. Εἴδετε ∆εσπότου φιλανθρω πίαν λάμπουσαν, καὶ τὸν νεκρὸν ζωοποιοῦσαν. Εἴδετε λέγοντα αὐτὸν, Ἡμάρτηκα τῷ Κυρίῳ· καὶ τὸν προφή την λέγοντα· Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου. Σύντομος ἡ ἐξομολόγησις, συντομωτέρα καὶ ἡ ἰατρεία 55.576 καὶ ἡ διόρθωσις. ∆ιὰ τῶν πραγμάτων ἥμαρτε, διὰ τῶν ῥημάτων ἐξομολογήσατο. Ἔνευσεν ὁ Θεὸς, καὶ τὸ ἕλκος ἠφανίσθη, τὸ τραῦμα διωρθώθη, καὶ ἡ ὑγεία ἐπανῆλθεν. Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ ὁ προφήτης, ἀλλὰ μετὰ τὸν ἔλεγχον, μετὰ τὴν διόρθωσιν, μετὰ τὴν τῶν τραυμάτων ἀπαλλαγὴν, καὶ ψαλμὸν ἔγραψεν εἰς τὴν ὑπόθεσιν, ὥστε καὶ τῇ μετὰ ταῦτα γενεᾷ τὰ ἐκείνου πάθη γενέσθαι ἰα τρεῖον, καὶ τὸ ἐκείνου ναυάγιον γενέσθαι λιμένα, καὶ ἐξ ὧν ἐκεῖνος ἔπαθε, καὶ διωρθώθη, ἕτερον τοῖς αὐτοῖς περι πεσόντα τῆς αὐτῆς ἀπολαῦσαι ἰατρείας καὶ διορθώσεως. Τίς οὖν ἐστιν ὁ ψαλμὸς, καὶ τίς ἡ ἐπιγραφὴ τοῦ ψαλ μοῦ; Ἀκούσωμεν μετὰ ἀκριβείας. Εἰς τὸ τέλος, ψαλ μὸς τῷ ∆αυΐδ. [Σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν· καὶ αὐτὰ δὲ τοῦ ψαλμοῦ τὰ ῥή ματα ἱκανὰ διδάξαι τῆς διανοίας τὸ βάθος. Εἰδέναι μέν τοι προσήκει, ὡς καὶ μελλόντων ἔχει προαγόρευσιν ὁ ψαλμός· διὸ καὶ Εἰς τὸ τέλος ἐπιγέγραπται, τοῦ λόγου δηλοῦντος, ὡς ἕξει τέλος ἡ προφητεία. Ἀλλὰ μηδεὶς ἀμφιβαλλέτω, εἰ κατὰ τὸν τῆς μετανοίας καιρὸν προφη τικῆς ἠξίωτο χάριτος ὁ μέγας ∆αυΐδ. Τοῦτο γὰρ καὶ διὰ τῶν ἄλλων ψαλμῶν, δι' ὧν τὴν ἐξομολόγησιν ἐποιήσατο, καταμαθεῖν δυνατόν.] Καὶ γὰρ καὶ ἐν ἑτέ ροις ψαλμοῖς, καὶ μέντοι γε καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ διαῤῥήδην ἡμᾶς ἐδίδαξεν ὡς οὐκ ἐστέρητο τῆς τοῦ Πνεύ ματος χάριτος. Τὸ Πνεῦμα γάρ σου, φησὶ, τὸ ἀγαθὸν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. [Οὐ γὰρ ᾔτησεν αὐτῷ πα ρασχεθῆναι· ἀλλὰ μὴ ληφθῆναι ταύτην ἱκέτευσεν. Ὑπὸ τούτου τοίνυν φωτιζόμενος, καὶ προορῶν ὡς καὶ ὁ