1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

εἶχον πρὸς σὲ, ∆έσποτα, παῤῥησίαν· νῦν δὲ ταύτης γεγυμνωμένος, καὶ τῆς εὐθυμίας ἐστέρημαι. Ἐγύμνωσε δέ με τῆς παῤῥησίας ἡ δουλεία τῆς ἡδονῆς. ∆ιὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὴν κατὰ τῶν παθῶν ἀπολαβεῖν ἐξουσίαν. Πάλιν γὰρ ἐν ταῦθα πνεῦμα ἡγεμονικὸν ἐκάλεσε τὸν αὐτοκράτορα λο γισμόν.] Καὶ τί μοι δίδως, ὦ ∆αυΐδ, ἐὰν λάβῃς τὸ Πνεῦ μα; ∆ιδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ἐὰν λάβω τὸ Πνεῦμα, διαλέγομαι τῇ οἰ κουμένη· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλά ξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψι στος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώ σεως τῆς ψυχῆς αὐτοῦ· καὶ πάλιν λέγω· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι κρασμῷ· καὶ πάλιν· Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. ∆ιηγήσομαι τὰς εὐεργεσίας σου τὰς εἰς ἐμὲ, καὶ ἐρῶ· ∆εῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. ∆ιδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Καὶ τὰ Ἰουδαϊκὰ ποῦ εἰσιν; Οὐ θύεις μοι πρόβατα οὐδὲ μόσχους; Οὐ ζητεῖς ταῦτα. Θυσίαν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησας· ὁλοκαυτώ ματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Σὺ εἶπας· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Θῦσον τῷ Θεῷ θυσίαν αἰ νέσεως. Οὐ θέλεις ταῦτα, ἀλλὰ ζητεῖς τὰ τοῦ Υἱοῦ σου· θέλεις τὴν ἐπιστροφὴν τῆς πλάνης, καὶ τὴν αἵρεσιν τῆς ἀληθείας· ἐκείνην θέλεις τὴν θυσίαν. Ῥῦσαί με ἐξ αἱ μάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου. [Συνεχῶς ἐπὶ τῇ μνήμῃ περιστρέφει τοῦ Οὐρίου τὸν φόνον. Τοῦτο γὰρ κἀν τῷ προοιμίῳ δεδήλωκεν, ὅτι Ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· ∆ιαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου. Οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπο λαύσας, ἀλλ' ὑμνῶν σε διατελέσω, καὶ τὰς σὰς διηγούμε νος χάριτας. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ἡ γὰρ ἁμαρ τία πέφυκε τὴν γλῶτταν δεσμεῖν, ἐμφράττειν τὸ στόμα. Ἀντιβολεῖ τοίνυν ὁ προφήτης, διὰ τῆς ἀφέσεως τῆς προ τέρας παῤῥησίας μεταλαχεῖν, καὶ τὴν γλῶτταν εἰς ὑμν ωδίαν κινῆσαι. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Συνᾴδει καὶ ταῦτα τοῖς εἰρημένοις ἐν τῷ πρὸ τούτου ψαλμῷ. Ἀκηκόαμεν γὰρ ἐκεῖ τοῦ Θεοῦ λέγοντος· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους. Τοιγάρτοι παρὰ τῆς θείας ἀκούσας φωνῆς, εἰκότως ἔφη, Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, καὶ τὰ ἑξῆς. Σὺ γὰρ, φησὶν, εἴρηκας μὴ θυμήρεις εἶναί σοι τὰς τῶν ἀλόγων θυσίας, οὗ δὴ χάριν καὶ τὴν ἀρέσκουσάν σοι θυσίαν προσοίσω.] Ἐπεὶ οὖν οὐ θέλω ταῦτα, τί μοι δίδως; Ἔχω καὶ ἄλλην θυσίαν, ἢν ηὐδόκησας· Θυσία 55.587 τῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντε τριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώ σει. [Ἱερεῖον, φησὶν, ἀρεστὸν, καὶ θυμῆρές σοι τῷ Θεῷ ἡμῶν, μετριότης φρονήματος. ∆ιὸ σφόδρα τὴν καρδίαν μου ταπεινώσας, καὶ οἱονεὶ λίαν αὐτὴν λεπτύνας, τὴν ἀρεστήν σοι θυσίαν προσκομιῶ.] Θύσω σοι θυσίαν τὴν ταπεινοφροσύνην· μόνον λῦσόν μου τὸ ἁμάρτημα, δός μοι τὸ Πνεῦμα τὸ ἅγιον. ιʹ. Ὅτι γὰρ αὕτη ἡ θυσία πολὺ τῆς Ἰουδαϊκῆς οὐ μόνον ἐστὶ νῦν, ἀλλὰ καὶ τότε ἦν βελτίων, λέγω δὲ τὴν ταπει νοφροσύνην· οἱ παῖδες γὰρ ἐκεῖνοι οἱ τρεῖς, οἱ ἐν τῇ Βα βυλωνίᾳ καμίνῳ τὴν φλόγα πηλὸν ἐργασάμενοι, οἱ νέοι καὶ γεγηρακότες, οἱ ὀλίγοι καὶ