1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει. Εἰ οὖν εἶπεν αὐτῷ, ὅτι Υἱὸς τοῦ Θεοῦ εἰμι, ὁ ἐν ἀρχῇ Λόγος, ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ὅτι Ἄλλος ἐστὶν ἐκεῖνος, καὶ ἄλλος ὂν ἐγὼ διώκω. Συνήκατε τί εἶπον; Εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν· Ἄλλος ἐστὶν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς. Ἀλλ' ἵνα μάθῃ, ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου ἀναλαβόντα, τὸν μεθ' ἡμῶν ἀναστραφέντα, τὸν σταυρωθέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, τὸν ἀνα στάντα, τὸν ἀπὸ τοῦ κάτω χωρίου, λέγει· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις, ὃν εἶδες καὶ γνω ρίζεις, τὸν μετὰ σοῦ ἀναστραφέντα. ∆ιὰ τοῦτο εὐθέως τὴν δεσποτείαν ὡμολόγησε. Κατέβη τοσοῦτον ὁ ∆εσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο· καὶ διὰ τοῦτο ἠλεήθη. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Καὶ ἡ Χαναναία ἐπὶ τὸν λιμένα τοῦτον καταφεύγει· Ἐλέη σόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὅπου γὰρ ἔλεος, ἐξέτασις οὐκ ἔστιν· ὅπου ἔλεος, δικαστήριον οὐ κάθηται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται· ὅπου ἔλεος, ἀνεξέταστος ἡ σωτηρία· ὅπου ἔλεος, συγχωρεῖται ἡ ἀπολογία. Ἐλεηθῆναι ζητῶ μόνον. Τίνος ἕνεκεν ἀπαι τεῖς με εὐθύνας; Ἅπαξ ἔλεον ζητῶ, ἀπερίεργον σωτη ρίαν. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα σου ἔλεος. Εἶπες μέγα, εἰπὲ πόσον; Οὐκ οἶδα· ὅτι μέγα, οἶδα· καταμετρῆσαι οὐ δύναμαι, καταλαβεῖν οὐκ ἰσχύω. Οὐκ οἶδα τὴν ποσότητα τοῦ μεγέθους, οὐ καταλαμβάνει ἡ διάνοια, οὐχ ἑρμηνεύει γλῶσσα. Βλέπω τοῦ ἐλέους τὸν καρπὸν μέγαν. Εἰ μὴ γὰρ πολὺ ἦν μέγας, ὀλίγοι ἂν ἐσώθησαν. Τοῦτον τὸν ἔλεον καὶ ὁ Υἱὸς αὐτοῦ ἐπιδείκνυ ται. Ἐλθὼν γὰρ ἐλέῳ πάντας ἔσωσεν. Ἐλέησόν με, ὁ Θεὸς, ὁ λιμὴν ὁ ἀκύμαντος, ὁ γαλήνης γέμων. Μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων μου, ἀλλὰ πολλὴ ἡ ἀσφάλεια τῆς τοῦ ∆εσπότου μου φιλανθρωπίας. Ἐγένετο ἄνθρω πος· τοῦτο ἐλέους. Εἰς μήτραν ἦλθε παρθενικήν· τοῦτο φιλανθρωπίας. Ἐγένετο ὅπερ ἦς σὺ, ἵνα γίνῃ σὺ, ὅπερ οὐκ ἦς· τοῦτο ἐλέους. Καὶ ἐλθὼν εὐθέως τίνας ἐκάλεσε; Μάγους. Μετ' ἐκείνους τίνα; Τελώνην. Μετ' ἐκεῖνον; Πόρνην. Μετ' ἐκείνην; Λῃστήν. Μετ' ἐκεῖνον τίνα; Βλάσφημον. γʹ. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθί νια τῆς κλήσεως, ἡ τυραννὶς τῆς ἁμαρτίας. ∆ιότι κακῶς διέκειτο τὰ τῆς οἰκουμένης πράγματα· οἱ μὲν γὰρ ὑπὸ ἀσεβείας ἐτυραννοῦντο, οἱ δὲ ἐν Ἰουδαϊσμῷ καὶ ἀπογνώσει ὑπὸ τῆς ἁμαρτίας κατείχοντο· διὰ τοῦτο τοίνυν ἐλθὼν 55.578 ἐκ προοιμίων τὰ ἀκροθίνια τῶν προημαρτηκότων ἐκά λεσεν, ἵνα μηδεὶς μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; Ἐννόησον τοὺς μάγους. Ἅρπαξεἶ; Ἐννόησον τὸν τελώνην. Ἀκάθαρτος εἶ; Ἐννόησοντὴν πόρνην. Ἀνδροφόνος εἶ; Ἐννόησον τὸν λῃστήν. Παράνομος εἶ; Ἐννόησον τὸν βλάσφημον Παῦλον, καὶ μετὰ ταῦτα ἀπόστολον· πρότερον διώκτην, καὶ μετὰ ταῦτα εὐαγγελιστήν· πρότερον μοιχὸν, καὶ μετὰ ταῦτα νυμφαγωγόν· πρότερον ζιζάνιον, καὶ μετὰ ταῦτα σῖτον· πρότερον λύκον, καὶ μετὰ ταῦτα ποιμένα· πρότερον μόλυβδον, καὶ μετὰ ταῦτα χρυσόν· πρότερον πειρατὴν καὶ καταποντιστὴν, καὶ μετὰ ταῦτα κυβερνήτην· πρό τερον πορθοῦντα τὴν Ἐκκλησίαν, καὶ μετὰ ταῦτα πι στευόμενον τὴν Ἐκκλησίαν· πρότερον ἐκκόπτοντα τὰς ἀμπέλους, καὶ μετὰ ταῦτα φυτουργὸν γινόμενον· πρό τερον καθαιροῦντα τὸν ναὸν, καὶ μετὰ ταῦτα οἰκο δόμον γινόμενον. Εἶδες ὑπερβάλλουσαν κακίαν; εἶδες ἀκμάζουσαν ἀρετήν; εἶδες ἀπόνοιαν δούλου; εἶδες φιλ ανθρωπίαν ∆εσπότου; Μή μοι λέγε, Βλάσφημός εἰμι· μή μοι λέγε, ∆ιώκτης εἰμὶ, ἀκάθαρτός εἰμι. Ἔχεις πάντων τὰ ὑποδείγματα. Εἰς οἷον θέλεις λιμένα κατά φυγε. Θέλεις ἐν τῇ Καινῇ; θέλεις ἐν τῇ Παλαιᾷ; Ἐν τῇ Καινῇ ὁ Παῦλος, ἐν τῇ Παλαιᾷ ὁ ∆αυΐδ. Μή μοι λέγε προφάσεις, μή μοι ὄκνον.