1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

Ἥμαρτες; Μετανόησον. Μυ ριάκις ἥμαρτες; Μυριάκις μετανόησον. Ταῦτα συνεχῶς ἐπαλείφω τὰ φάρμακα, καὶ τὴν φλεγμονὴν καταστέλλω. Οἶδα γὰρ ὅση τοῦ συνειδότος ἡ ἀτιμία τῶν ἡμαρτηκότων· οἶδα ὅση ἡ ἀπόγνωσις. Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων ταῦτα τὰ ῥήματα. Ὅλην τὴν νεότητά σου κατῄσχυνας, τὸν βίον σου ὅλον ἀπώλεσας. Πρότερον ἦς πόρνος, μετὰ ταῦτα ἥρπασας, ἐπλεονέκτησας, ἐπιώρ κησας, ἐβλασφήμησας. Ποία σοι ἐλπὶς σωτηρίας; Ἀπ ώλου. Λοιπὸν ἀπόλαυε κἂν τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα, ἀλλὰ τὰ ἐμὰ ἐναντία. Ἀπώλου; Ἀλλὰ δύνασαι σωθῆναι. Ἐπόρνευσας; Ἀλλὰ δύνασαισωφρονῆσαι. Ἐμοίχευσας; Ἀλλὰ δύνασαι σωτηρίας τυχεῖν. Ἔπεσες; Ἀλλὰ δύνασαι ἀναστῆναι. Μικρὰ ἡ μετάνοιά σου; Ἀλλὰ μεγάλη ἡ τοῦ ∆εσπότου φιλανθρωπία. Ἐφόνευσας; Ἀλλὰ μετανόησον. Ἐπλεονέκτησας; Ἀλλαμετάγνωθι. Ἐμοίχευσας; Ἀλλὰ ἀπόστηθι. Ἐτραυματίσθης; Ἀλλὰ θεραπεύθητι. Ἕως ὅτε ἐμπνέεις, ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ' αὐτῆς τῆς κλίνης, ἐὰν ᾖς κείμενος ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου τούτου καὶ τοῦ βίου, τότε μετανόησον. Τοῦ καιροῦ ἡ στενοχωρία οὐ κωλύει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Μή μοι λέγε, Πῶς, καὶ ποίῳ τρόπῳ; Ἑλκῶν γέμω, καὶ τραυμάτων ἐμπέπλησμαι· ἐν ἐσχάτῃ ἡμέρᾳ δύναμαι ἐξομολογήσα σθαι; ∆ύνασαι, καὶ σφόδρα δύνασαι. Εὖξαι, ἐλεημοσύνην ἔργασαι, ἐν διαθήκῃ κατάλιπε πτωχοῖς. Σὺ ἐκεῖ ἀπέρχῃ, καὶ τὸ ἔργον σου μένει. Καὶ μή μοι τῶν αἱρετικῶν τὴν γνώμην εἴσαγε· μή μοι λέγε· Πῶς σώζομαι; Ὅταν ἐργάζηται Θεὸς, εὐθύνας μὴ ἀπαίτει· ἐπειδὰν ἐκεῖνος θεραπεύῃ, μὴ ἀπογίνωσκε. Ἕστηκεν ἰατρὸς τέμνων, καὶ μυρία ἐπάγων φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις; ἀλλὰ παραχωρεῖς τῇ τέχνῃ. Τοῦ συνδούλου τῇ τέχνῃ πα ραχωρεῖς, καὶ οὐ περιεργάζῃ· καὶ τῇ τοῦ Θεοῦ φιλανθρω πίᾳ οὐ παραχωρεῖς; Μὴ λέγε, Πῶς; ἀλλὰ θαύμαζε, ἀλλ' ἐκπλήττου, ἀλλὰ δόξαζε. Ἐπεὶ ἐρωτῶ σε κἀγὼ, πῶς ὁ λῃ στὴς ἐσώθη; Πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις, ἐν σφαγαῖς, ἐν αἵμασιν ἐτέλεσε, τοίχους διώρυξεν, οὐσίας διήρπασεν· οὐ μετέγνω, οὐ μετενόησεν ἐν τῇ γῇ ὤν. Παρὰ ἀνθρώ ποις κατεδικάσθη, καὶ παρὰ Θεοῦ ἐστεφανώθη. Ζωῆς οὐκ ἦν κύριος, καὶ βασιλείας ἐγένετο κύριος. Τὰ ἐν ταῦθα ἀπώλεσε, καὶ τὰ ἐκεῖ ἔλαβε. Πῶς ἔλαβεν; εἰπέ μοι. Ἑνὶ ῥήματι. Τί γὰρ εἶπε; Μνήσθητί μου, 55.579 Κύριε, ἐν τῇ βασιλείᾳ σου. Καὶ τὸ ῥῆμα ἴσχυσεν; Οὐ τὸ ῥῆμα ἴσχυσε μόνον, ἀλλὰ καὶ ἡ τοῦ Θεοῦ φιλανθρω πία κερασθεῖσα τῇ μετανοίᾳ τὸν λῃστὴν ἐποίησε παρα δείσου πολίτην. Πῶς; Οὐκ οἶδα πῶς. Μή με ἀπαίτει τὸν τρόπον· σωθῆναι ζητῶ μόνον, οὐ περιεργάζομαι τὸν τρόπον τῆς ὑγείας. Ἀπάλλαξόν με, παρακαλεῖς τῷ ἰα τρῷ, τῆς ἀῤῥωστίας, καὶ οὐ τολμᾷς εἰπεῖν, Πῶς; Θεός ἐστιν ὁ σώζων σε, καὶ τολμᾷς εἰπεῖν, Πῶς; Πόσοι μοιχοὶ, μαλακοὶ, ἀρσενοκοῖται, πόσοι ἐπὶ τυραννίδι ἁλισκόμενοι δεσμωτήριον οἰκοῦσι; Μυρίαι κατηγορίαι, πικροὶ οἱ ἐχθροὶ, δυναστεία μεγάλη. Νεύει ὁ βασιλεὺς μόνον, καὶ ἀφίενται. Βασιλεὺς, ὁ σύνδουλός μου (τί γὰρ εἰ πορφυ ρίδα περιβέβληται; Οὐδὲν πλέον ἔχει τῆς οὐσίας μου, τὸ αὐτό μοι φῦλόν ἐστι), νεύει, καὶ ἀφίενται· καὶ μικρὰ γραμματεῖα, καὶ ἀπολύεται ὁ κατάδικος. Οὐκ ἄρχων ἀντιλέγει, οὐ δεσμοφύλαξ ἀντιπίπτει, οὐ νόμων αὐθεν τίαι ἀντίκεινται· ἀλλὰ τὸ ἀξίωμα γὰρ βασιλέως γίνεται ἀπαλλαγὴ τοῦ κατεχομένου. Καὶ ὁ Θεὸς, ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων ∆εσπότης, ἐὰν νεύσῃ μόνον, σῶσαι οὐ δύναται; Καὶ βασιλεὺς μὲν, ἂν ἀφῇ, κολάσεως ἀφίησιν, οὐχ ἁμαρτίας· ὁ δὲ ∆εσπότης μου ἁμαρτίας ἀφίησι. Λέγει, Οὐ θέλω τὸν μοιχὸν εἶναι μοιχὸν, καὶ ὁ λόγος αὐ τοῦ ἔργον ἐγένετο. Λέγει, Ὁ πόρνος μὴ ἔστω πόρνος, καὶ ὁ λόγος αὐτοῦ μετέβαλεν ἐκείνου τὸν τρόπον, καὶ ἤμβλυνε τὴν ἁμαρτίαν.