1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

8

τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. [Πολλῶν, φησὶ, καὶ μεγάλων παρὰ σοῦ δωρεῶν ἀπολαύ σας, τοῖς ἐναντίοις ἠμειψάμην τὰ δῶρα, τὰ ἀπειρημένα τῷ νόμῳ δρᾶσαι τολμήσας. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἠδίκησε μὲν γὰρ κἀκεῖνον καὶ τὴν ἐκείνου γυναῖκα· ἡ δὲ μεγίστη παρανομία εἰς αὐ τὸν τετόλμηται τὸν Θεὸν, τὸν ἐκλεξάμενον καὶ βασιλέα πεποιηκότα. Καλῶς δὲ προστέθεικε τὸ, Πονηρὸν ἐν ώπιόν σου ἐποίησα. Τούτου γὰρ καὶ ἡ ἱστορία μέμνη ται· Ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον τοῦ Κυρίου. Ἐκ μέντοι τοῦ δορυαλώτου λαοῦ τοῦτο γε νόμενον οὕτω νοητέον, Σοὶ μόνῳ ἥμαρτον· Περὶ τὰς σὰς, φησὶ, δωρεὰς ἐγενόμην ἀχάριστος, καὶ τοὺς τεθέν τας σοι παραβέβηκα νόμους, καὶ πολλῶν ἀγαθῶν ἀπο λαύσας, ἀγνώμων περὶ ταῦτα γεγένημαι· τοὺς δὲ Βα βυλωνίους οὐδὲν ἀδικήσας, μεγάλα παρ' ἐκείνων ἠδίκημαι. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἑαυτῷ, φησὶ, πρόξενος ἐγενόμην κακῶν· τὸ δὲ σὸν δίκαιον διαλάμπει καὶ οὕτω. Κρίσεως γὰρ γενομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομένων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ δίκαιος καὶ φιλάνθρωπος· ἐγὼ δὲ παράνομος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν, Ὅπως, οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικόν. Οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ἢ αὐτὸς ὁ ∆αυῒδ, ἢ ὁ λαὸς, ἵνα ὁ Θεὸς δικαιωθῇ· ἀλλὰ τοὐναντίον, καὶ τῆς ἁμαρτίας ὑπὸ τούτων γενομένης, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται. Πᾶσαν γὰρ καὶ τούτου κἀκείνων πεποίη ται πρόνοιαν.] Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Τί ἐστιν, ὃ λέ γει; Ἥμαρτόν σοι· ἐὰν γένηται δικαστήριον, νικᾷς· ἐὰν δέ τις δικάζῃ, νικᾷς. Πῶς; Ἐπειδὴ ἑώρα τὸν Θεὸν ἀεὶ βουλόμενον κρίνεσθαι μετὰ ἀνθρώπων· Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ· καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι; ἢ τί παρηνώχλησά σοι; ἢ τί ἐλύπησά σε; ἀπο κρίθητί μοι· καὶ ἀλλαχοῦ· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτί ζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν· καὶ πανταχοῦ ἑώρα τὸν Θεὸν δικαζόμενον μετὰ ἀνθρώπων· λέγει αὐτῷ, Παρὰ σοὶ τὰ νικητήρια· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἄνθρωπόν με ὄντα γεωργὸν, βασιλέα ἐποίησας· βασιλέα γενό μενον, προφήτην κατέστησας. Τὸν Γολιὰθ κατέβαλον οὐ 55.583 φύσει σώματος, ἀλλὰ δυνάμει πίστεως. Πορφυρίδα περι εβαλόμην. Ἄλλον ἐξέβαλες, καὶ ἐμὲ εἰσήγαγες· πλοῦτόν μοι ἔδωκας τοσοῦτον. ζʹ. Ὅπως δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐὰν εἴπῃς σὺ τὰ ἁμαρτήματά μου, καὶ μὴ ἐγὼ εἴπω, καταδικάζομαι. ∆ιὰ τοῦτο ἐλέους χρείαν ἔχω. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς τῆς φύσεως ἡ ἁμαρτία κεκράτηκε. Προὔλαβε γὰρ τῆς Εὔας τὴν σύλληψιν τῆς ἐντολῆς ἡ παράβασις. Μετὰ γὰρ τὴν παράβασιν καὶ τὴν τοῦ πα ραδείσου στέρησιν ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα τέτοκε τὸν Κάϊν. Τοῦτο τοίνυν εἰπεῖν βούλεται, ὅτι τῶν ἡμετέρων προ γόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο. ∆ιδασκόμεθα δὲ διὰ τούτων ἁπάντων, οὐχ ὅτι φυσικὴ τῆς ἁμαρτίας ἡ ἐνέργεια· ἦ γὰρ ἂν ἦμεν ἐλεύθεροι τιμωρίας· ἀλλ' ὅτι ῥέπει ἡ φύσις ἐπὶ τὸ πταίειν ὑπὸ τῶν παθημάτων ἐνοχλουμένη· νικᾷ δὲ ὅμως ἡ γνώμη πόνοις συνεργοῖς κεχρημένη. Οὐ τοί νυν, ὥς τινες ἀνοήτως ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, οὕτω νενοηκότες τὸ, Ἐν ἀνομίαις συνελήφθην· ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει