Fragmenta in epistulam ad Hebraeos (in catenis) 637 Hebr 1,2-3 Ὃν ἔθηκε κληρονόμον πάντων. τίνων; πάντων, πάντων τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσει· κληρονόμος γὰρ καὶ μέτοχος τῆς πατρικῆς οὐσίας καὶ ἐξουσίας καὶ δυνάμεως ὁ υἱός. εἶτα εἰπὼν ὅτι κληρονόμος ἐστὶ τῶν πατρῴων πλεονεκτημάτων ὁ υἱός, ἐπεξηγεῖται καὶ πῶς. δι' αὐτοῦ, φησίν, οἱ αἰῶνες ἐποιήθησαν, τοῦτ' ἔστι κοινόν εἰσιν ἔργον οἱ αἰῶνες αὐτοῦ καὶ τοῦ πατρός. εἰ δὲ οἱ αἰῶνες κοινὸν ἔργον πατρὸς καὶ υἱοῦ, καὶ τὰ ἐν τοῖς αἰῶσι πάντως κοινὰ πατρὸς καὶ υἱοῦ· εἰ δὲ τὰ ἐν τοῖς αἰῶσι, πολλῷ ἔτι μᾶλλον τὰ 638 μετὰ τοὺς αἰῶνας, οἷον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ. εἶτα ἵνα μὴ κληρονόμον ἀκούσας νομίσῃς οὐ κατὰ φύσιν χρηματίσαι κληρονόμον ἀλλὰ χάριτί τινι καὶ εἰσποιήσει, ἐπάγει· ὃς ὢν ἀπαύγασμα τῆς δόξης, μονονουχὶ λέγων ὡς εἰ καὶ κληρονόμον αὐτὸν εἶπον ὅτι ἔθηκεν ὁ πατήρ, μηδὲν ταπεινὸν ἢ ἀνάξιον θεοῦ ἐννοήσῃς· τὸ γὰρ ἔθηκεν οὐχὶ τῆς εἰσποιήσεως καὶ τοῦ θετὸν εἶναι τὸν κληρονόμον εἴρηταί μοι δηλωτικόν, ἀλλὰ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὡς εἰς αἴτιον κατὰ φύσιν ἀναφορᾶς καὶ συννεύσεως, καὶ ἵνα μὴ ἀναίτιον τὸν υἱὸν ἀπολαβὼν τῆς πατρικῆς συγγενείας ἀλλοτριώσῃς, καὶ δύο ἀρχὰς ἀπεσχισμένας ἀλλήλων ὑπονοήσῃς. διὰ τοῦτο γάρ μοι καὶ αὐτὸ τὸ κληρονόμος εἴρηται, ἵνα τὸν αἴτιον ὅθεν κάτεισιν ἡ κληρονομία, αὐτίκα ἐννοῇς, καὶ μὴ ἀγέννητον ὥσπερ τὸν πατέρα ὑπονοῇς· διὰ τοῦτο γὰρ εἴρηταί μοι καὶ τὸ κληρονόμον καὶ τὸ ἔθηκεν, διὸ ἐπήγαγον αὐτίκα· ὃς ὢν ἀπαύγασμα. εἰ δὲ οὐκ ἐτέθη ἀπαύγασμα εἶναι ἀλλ' ἦν ἀπαύγασμα· ὃς ὢν γὰρ ἀπαύγασμα, ἔφην οὐδὲ κληρονόμος δηλονότι ἐτέθη, ἀλλ' ἢ καθ' ὃν εἴρηταί μοι τρόπον. ὅρα δὲ πῶς ἐμφαντικῶς καὶ ἀκριβῶς εἶπεν, ἀπαύγασμα εἰπών, καὶ ὢν καὶ τῆς δόξης· διὰ μὲν γὰρ τοῦ ἀπαύγασμα τὴν κατὰ φύσιν ἐκ τοῦ πατρὸς πρόοδον τοῦ υἱοῦ δηλοῖ· οὐδὲν γὰρ ὅλως οὐδαμοῦ κατὰ χάριν καὶ εἰσποίησιν πρόεισιν ἀπαύγασμά τινος, οὐκ ἀπὸ τοῦ ἡλίου, οὐκ ἀπὸ τοῦ πυρός, οὐκ ἀφ' ἑτέρου τινὸς ἀφ' οὗ πέφυκεν ἀπαύγασμα προϊέναι. διὰ δὲ τοῦ ὤν, ὅτι οὐ πρόσφατον ἔχει τὸ εἶναι ἀπαύγασμα, ἀλλ' ἐξ ἀϊδίου καὶ ἀεὶ ὤν. εἶτα δὲ καὶ τὸ θεϊκὸν ἀξίωμα διὰ τοῦ ὢν παριστᾷ· οὕτως γὰρ καὶ ὁ πατήρ· ἐγώ εἰμι ὁ ὤν, φησὶ χρηματίζων τῷ Μωϋσεῖ. ἱκανὰ μὲν οὖν καὶ τὸ ἀπαύγασμα καὶ τὸ ὢν τήν τε κατὰ φύσιν πρόοδον παραστῆσαι τοῦ υἱοῦ ἐκ τοῦ πατρὸς καὶ τὸ ὁμοούσιον καὶ συναΐδιον. τὸ δὲ καὶ δόξης προστίθησιν, ἵνα εἴπῃ· τοῦ τιμιωτάτου καὶ κατ' οὐσίαν προσόντος καὶ οὗ μεῖζον οὐκ ἔστιν ἐν πατρί, ἐκείνου ὁ υἱὸς ἀεί ἐστιν ἀπαύγασμα. ὁρᾷς πῶς καὶ τίνων ἐστὶ κληρονόμος ὁ υἱός; Εἶτα ἔτι σαφηνίζων τὸ ῥηθὲν ἐπάγει· καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, οἷον· ὅλην ἐν αὐτῷ ἀπεμάξετο τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν· θεός ἐστιν, ἐξουσιαστής ἐστιν, παντοδύναμος, δημιουργός, καὶ εἴ τι ἄλλο τὴν πατρικὴν ὕπαρξιν χαρακτηρίζει. πλὴν τοῦ εἶναι πατὴρ πάντα ἐστὶν ὁ υἱός. διὸ καὶ πάντα τῷ ῥήματι τῆς δυνάμεως περιάγει καὶ συνέχει καὶ πηδαλιουχεῖ. εἶδες κληρονόμον ἀληθῶς, πῶς ἅπαντα κέκτηται τὰ τοῦ πατρός; Εἶτα εἰπὼν τὰ θεῖα περὶ τοῦ υἱοῦ καὶ ὑπερφυῆ, μέτεισι καὶ ἐπὶ τὰ λοιπὰ ἃ ὑπερθαύμαστα μέν ἐστιν, οὐδὲν ἔλαττον καὶ ὑπερφυῆ, ταπεινὰ δὲ ὅμως ὡς ἀκοῦσαι δόξαι καὶ εὐτελῆ, θάνατος καὶ σφαγή. ἀλλὰ ... 639 Hebr 1,4-5 Ἡ κληρονομία κυρίως τῶν προσηκόντων γίνεται, ἀλλ' οὐ τῶν ἠλλοτριωμένων. ἐκληρονόμησεν οὖν, ὅπερ ἄνωθεν ἐνῆν τῷ λόγῳ, τοῦτο κατενεχθὲν δι' αὐτοῦ καὶ ἡ προσληφθεῖσα σάρξ. τί δέ ἐστι τοῦτο; τὸ υἱός, τὸ λέγεσθαι τὸν τῶν ὅλων θεὸν πατέρα αὐτῆς, τὸ γεγέννηκά σε. τὸ δὲ σήμερον οὐ χρόνου δηλωτικόν, ἀλλὰ τοῦ μηδέποτε διεσπᾶσθαι τὸν πατέρα τῆς γνησιότητος τῆς πρὸς τὸν υἱόν, οἷον· ἀεί, φησίν, οὕτως πρὸς σὲ διάκειμαι οὐχ ὡς παρελθούσης τῆς γεννήσεως, ἀλλ' ὡς ἐνεστηκυίας διαπαντὸς καὶ καθ' ἑκάστην ἀρχὴν ἀλλ' οὐ τέλος λαμβανούσης. σκόπει δέ, μή ποτε μᾶλλον οὕτως ἁρμόζει· ἄμφω μὲν εἰρῆσθαι ἐπὶ τοῦ Χριστοῦ, τό τε υἱός μου εἶ, καὶ τὸ ἐγὼ σήμερον γεγέννηκά σε, ἀλλὰ τὸ μὲν υἱός μου εἶ καθὸ λόγος τὴν ἀΐδιον γὰρ διὰ τοῦ εἶ γέννησιν σημαίνει τὸ