Fragmenta in epistulam ad Hebraeos (in catenis) 637 Hebr 1,2-3 Ὃν ἔθηκε κληρονόμον πάντων. τίνων; πάντων, πάντων τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσ

 δὲ σήμερον γεγέννηκά σε καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς γεγέννηται· πνεῦμα γὰρ ἅγιον, ὁ ἄγγελός φησιν, ἐπελεύσε

 πλὴν καὶ οὗτος τοῦ οἴκου ἦν καὶ τοῦ λαοῦ εἷς. τοσούτῳ οὖν πλείονος δόξης ὁ κατὰ σάρκα Χριστὸς παρὰ Μωϋσῆν ἠξίωται ὅσον εἰκός, φησί, τὸν δημιουργὸν τοῦ

 ἐπήγαγεν ὑπὲρ τοῦ παρελθεῖν τὸν θάνατον, ἀλλὰ πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καλῶς καὶ πανσόφως τοῦτο προσθείς, ἵνα ὅταν ἐννοῇς αὐτὸν στα

 ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς τούτου συστοίχοις ἡ ἐν ταῖς ἀρεταῖς προκοπή, ἡ τῶν θλίψεων καὶ διωγμῶν καὶ πειρασμῶν ὑπομονή. τελειότης δὲ ἡ ἀνωτάτω, ἡ

 ἁγίων πρέπει ὡς θεῷ ἀληθινῷ καὶ υἱῷ ἐκ δεξιῶν τοῦ πατρὸς καθῆσθαι. Hebr 9,1-2 Τὸ εἶχε μὲν καὶ ἡ πρώτη δικαιώματα λατρείας, οὐ περὶ τῆς σκηνῆς εἰρῆσθαι

 ἐπαγγελίας, χαριζόμενα. 650 Hebr 10,36 Θέλημα θεοῦ τὸ πιστεύειν εἰλικρινῶς εἰς αὐτὸν καὶ πράττειν τὰς ἀρετὰς καὶ ἔτι τὸ ὑπὲρ αὐτῶν καιροῦ καλοῦντος μέ

 χαριζόμενος. Ἢ δύναται τὸ ἐπὶ γῆς εἰρῆσθαι χρηματίζειν, ὅτι σχεδὸν πάντα τῆς διὰ Μωϋσέως νομοθεσίας σωματικοὶ καθαρμοὶ ἐχρημάτιζον· ἡ δὲ νέα καὶ διὰ Χ

ἐπήγαγεν ὑπὲρ τοῦ παρελθεῖν τὸν θάνατον, ἀλλὰ πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καλῶς καὶ πανσόφως τοῦτο προσθείς, ἵνα ὅταν ἐννοῇς αὐτὸν σταυρούμενον καὶ θαπτόμενον, μὴ ἀδυναμίᾳ τοῦ πατρὸς αὐτὸν τοῦτο νομίσῃς ὑπομεμενηκέναι, ἀλλ' ὅτι κοινὸν θέλημα ἦν τὸ ταῦτα παθεῖν τὸν Χριστὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. δύναται δὲ τοῦτο εἰρῆσθαι καὶ διὰ τὴν ἀνάστασιν· πολλαχοῦ γὰρ ταπεινότερα ὁ θεῖος Παῦλος φθεγγόμενος, τὸν πατέρα φησὶν ἀναστῆσαι τὸν Χριστόν. ἀναστήσας οὖν αὐτόν, ἐρρύσατο αὐτὸν ἐκ τοῦ θανάτου καὶ διέσωσεν. ἀλλ' οὕτως μὲν κατ' ἐμὴν γνώμην ταῦτα. 644 Τὸ δὲ καίπερ ὢν υἱός, εἴ τις καθ' ὑπερβατὸν ἐκλάβοι ἄπειρος δὲ ἡ τούτου χρῆσις τῷ θεσπεσίῳ ἀποστόλῳ ἀβίαστος ἂν ἡ ἔννοια προσαχθείη οἷον· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, καίπερ ὢν υἱός, δεήσεις καὶ ἱκετηρίας καὶ ἑξῆς, τοῦτ' ἔστι καίπερ προνόμιον μέγιστον ἔχων ὡς υἱός, τὸ χωρὶς δεήσεως καὶ αἰτήσεως αὐτοδεσπότῳ γνώμῃ πάντα ποιεῖν ἃ καὶ ὁ πατὴρ ποιεῖ, ὅμως ἐπειδὴ ἐν ἡμέραις ἦν τῆς σαρκός, δεήσεις καὶ ἱκετηρίας προσέφερεν. ∆ύναται δὲ καὶ κατ' ἀκολουθίαν ὡς ἔχει τάξεως συναφθῆναι τῷ καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, οἷον· εἰσηκούσθη, φησί, καίπερ υἱὸς ὤν, καὶ μὴ δεόμενος εἰσακουσθῆναι, ἅτε σύνδρομον ἔχων τὸ θέλημα τῷ πατρικῷ βουλήματι καὶ χωρὶς πάσης ἐκπληρούμενον αἰτήσεως. Εἰ δὲ καὶ τοῖς ἐφεξῆς αὐτὸ συνάψεις, ὁ νοῦς καὶ οὕτως εὐοδωθήσεται. ἀλλὰ πρότερον τί δηλοῖ σκεπτέον τὸ ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. ἆρα γὰρ ὅτι ἔμαθεν αὐτὸς ἀφ' ὧν ἔπαθε τῷ πατρὶ ὑπακούειν, καὶ πείρᾳ τὴν γνῶσιν ἔσχε τοῦ πειθαρχεῖν αὐτῷ; ἢ μᾶλλον ὅτι πείρᾳ ἔμαθε τὸ μέγεθος τῆς ὑπακοῆς ἡλίκον, ἣν ὑπήκουσεν αὐτῷ ὁ πατήρ, οἷον τὸ σταυρωθῆναι αὐτὸν καὶ ἀποθανεῖν καὶ ἀναστῆναι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς τὸ ἀνθρώπινον φύραμα ἀνυψῶσαι καὶ σῶσαι τὸ γένος ἡμῶν; ταῦτα γὰρ ἐκείνης ἐστὶ τῆς ὑπακοῆς τῆς γεγενημένης ἐν τῷ λέγειν· πάτερ, δόξασόν σου τὸν υἱόν. ταύτην γὰρ τὴν ὑπακοὴν ἡλίκη καὶ ὅση, καὶ πρὸ τοῦ ὑπακοῦσαι τὸν πατέρα, ᾔδει μὲν ὁ Χριστὸς ὡς υἱὸς καὶ θεὸς καθάπερ καὶ ὁ πατήρ, ἐξακουσθεὶς δὲ ἔμαθεν αὐτὴν δι' ὧν ἔπαθε καὶ πείρᾳ. Ὡς ἂν οὖν τις ἐκλάβοι ἐμοὶ δὲ μᾶλλον ἡ δευτέρα ἔννοια συμβαίνειν δοκεῖ οὐδεμίαν ἔτι ἀσάφειαν ἔχει τὸ καίπερ ὢν υἱός. Hebr 6,1-3 Καὶ γὰρ ὀφείλοντες διδάσκαλοι εἶναι, οὐ μόνον οὐκ ἐστὲ διδάσκαλοι, ἀλλ' οὐδὲ μανθάνειν δύνασθε εἰ μὴ τὰ στοιχειωδέστερα καὶ ταπεινὰ καὶ ἁπλούστερα, καὶ ταῦτα οὐχ ἁπλῶς ἀλλ' ὃ ἔτι ἀσθενέστερον τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ. οὐ τῶν λογίων φησὶ τὰ στοιχεῖα, ἀλλὰ τῆς ἀρχῆς τῶν λογίων. εἴη δ' ἂν στοιχεῖα μὲν εἰκότως τῶν τοῦ θεοῦ λογίων οἱ περὶ ἐνανθρωπήσεως λόγοι, ἀρχῆς δὲ λογίων στοιχεῖα ἃ προϊὼν λέγει, μὴ πάλιν θεμέλιον καὶ ἑξῆς. Τὸ ἀκόλουθον τῆς συντάξεως· διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ θεός. 645 Τοῦ Χριστοῦ λόγον. ποῖον λόγον; τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν καταβάλλειν θεμέλιον μετανοίας ἀπὸ νεκρῶν ἔργων, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν πιστεύειν ἐπὶ θεόν, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν βαπτισθῆναι, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν ἀξιωθῆναι πνεύματος ἁγίου, τὸν λόγον τῆς διδαχῆς ὅτι ἀνάστασις, ὅτι ἔσται κρίσις· ἀπὸ κοινοῦ γὰρ κατὰ πάντων καὶ ὁ λόγος καὶ ἡ διδαχή. Εἰπὼν ἀφεῖναι τὸν περὶ Χριστὸν στοιχειώδη καὶ ἀρχῆς ἐπέχοντα τάξιν λόγον καὶ ἐπὶ τὴν τελειότητα φέρεσθαι, οὐχ ἁπλῶς φησι τὴν κυρίως τελειότητα, ἀλλ' ὡσανεὶ τὴν μεταξὺ τῆς στοιχειώσεώς τε τῶν λογίων τοῦ θεοῦ καὶ μεταξὺ τῆς ἀνωτάτω τελειότητος. ἔστι μὲν γὰρ στοιχεῖα ἀρχῆς λογίων θεοῦ τὸ ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ, τὸ πιστεῦσαι ἐπὶ θεόν, τὸ βαπτισθῆναι, τὸ λαβεῖν πνεῦμα ἅγιον, τὸ εἰδέναι νεκρῶν ἀνάστασιν, τὸ πιστεύειν ὅτι ἔστι κρίσις. ταῦτα μὲν στοιχεῖα ἀρχῆς λογίων θεοῦ. στοιχεῖα δὲ λογίων θεοῦ, καὶ οὐκ ἀρχῆς λογίων θεοῦ, τὸ εἰδέναι ὅτι ἔπαθεν ὑπὲρ ἡμῶν ὁ Χριστός, ὅτι ἀνέλαβε τὰς ἁμαρτίας ἡμῶν, ὅτι σωτηρίαν ἡμῖν εἰργάσατο, ὅτι ἀρχιερεὺς ἡμῶν γέγονεν, ὅτι ἑαυτὸν προσήνεγκεν ὑπὲρ ἡμῶν, καὶ εἴ τι παραπλήσιον. τελειότης δὲ τοῦ μὲν