Fragmenta in epistulam ad Hebraeos (in catenis) 637 Hebr 1,2-3 Ὃν ἔθηκε κληρονόμον πάντων. τίνων; πάντων, πάντων τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσ

 δὲ σήμερον γεγέννηκά σε καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς γεγέννηται· πνεῦμα γὰρ ἅγιον, ὁ ἄγγελός φησιν, ἐπελεύσε

 πλὴν καὶ οὗτος τοῦ οἴκου ἦν καὶ τοῦ λαοῦ εἷς. τοσούτῳ οὖν πλείονος δόξης ὁ κατὰ σάρκα Χριστὸς παρὰ Μωϋσῆν ἠξίωται ὅσον εἰκός, φησί, τὸν δημιουργὸν τοῦ

 ἐπήγαγεν ὑπὲρ τοῦ παρελθεῖν τὸν θάνατον, ἀλλὰ πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καλῶς καὶ πανσόφως τοῦτο προσθείς, ἵνα ὅταν ἐννοῇς αὐτὸν στα

 ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς τούτου συστοίχοις ἡ ἐν ταῖς ἀρεταῖς προκοπή, ἡ τῶν θλίψεων καὶ διωγμῶν καὶ πειρασμῶν ὑπομονή. τελειότης δὲ ἡ ἀνωτάτω, ἡ

 ἁγίων πρέπει ὡς θεῷ ἀληθινῷ καὶ υἱῷ ἐκ δεξιῶν τοῦ πατρὸς καθῆσθαι. Hebr 9,1-2 Τὸ εἶχε μὲν καὶ ἡ πρώτη δικαιώματα λατρείας, οὐ περὶ τῆς σκηνῆς εἰρῆσθαι

 ἐπαγγελίας, χαριζόμενα. 650 Hebr 10,36 Θέλημα θεοῦ τὸ πιστεύειν εἰλικρινῶς εἰς αὐτὸν καὶ πράττειν τὰς ἀρετὰς καὶ ἔτι τὸ ὑπὲρ αὐτῶν καιροῦ καλοῦντος μέ

 χαριζόμενος. Ἢ δύναται τὸ ἐπὶ γῆς εἰρῆσθαι χρηματίζειν, ὅτι σχεδὸν πάντα τῆς διὰ Μωϋσέως νομοθεσίας σωματικοὶ καθαρμοὶ ἐχρημάτιζον· ἡ δὲ νέα καὶ διὰ Χ

χαριζόμενος. Ἢ δύναται τὸ ἐπὶ γῆς εἰρῆσθαι χρηματίζειν, ὅτι σχεδὸν πάντα τῆς διὰ Μωϋσέως νομοθεσίας σωματικοὶ καθαρμοὶ ἐχρημάτιζον· ἡ δὲ νέα καὶ διὰ Χριστοῦ δοθεῖσα ἡμῖν νομοθεσία ψυχῆς ἐστι καθάρσιον καὶ φωτισμός. ἐπὶ γῆς οὖν ἐστιν ἐκεῖνα κεχρηματισμένα, ὅτι ταπεινὰ καὶ περὶ ὑλῶδες σκήνωμα στρεφόμενα· ἀπ' οὐρανοῦ δὲ ταῦτα, ὅτι θεῖα καὶ ὑψηλὰ καὶ τὸ θεοειδὲς τὴν ψυχὴν ἐκκαθαίροντα καὶ εἰς οὐρανοὺς ἀναφέροντα. Hebr 13,10-13 Τοῦτο πρὸς τοὺς ἐπαπορήσαντας ἄν· πῶς λέγεις· ἔχεις θυσιαστήριον; τί γὰρ ἐτύθη ἐν αὐτῷ; καὶ γὰρ καὶ αὐτὸς ὁ Χριστός, ὃν ἄνω καὶ κάτω περιάγεις ὅτι ἐτύθη, ὅτι θυσία γέγονεν ὑπὲρ τοῦ κόσμου καὶ προσφορά, οὐδ' αὐτὸς οὖν ἐν τῷ θυσιαστηρίῳ σου τέθυται· φανερὸν γάρ, ὅτι ἔξω τῆς πόλεως Ἰερουσαλὴμ ἔπαθεν. πρὸς οὖν τούτους· ναί, φησίν, ἔξω μὲν ἔπαθεν, ἀλλὰ διὰ τούτου μᾶλλον κατασκευάζεται ὅτι ἔχομεν θυσιαστήριον. καὶ γὰρ καὶ παρ' ὑμῖν οὐκ ἐν αὐτοῖς τοῖς θυσιαστηρίοις κατακαίεται τῶν θυομένων τὰ σώματα, ἀλλ' ἔξω τῆς παρεμβολῆς. καὶ ἔτι διὰ τοῦτο ἔξω τῆς πύλης ἔπαθεν, ἵνα πάντας, καὶ μὴ μόνους τοὺς ἱερεῖς ἁγιάσῃ. εἰ δὲ θυσία γέγονεν ὑπὲρ πάντων, πῶς οὐχὶ καὶ θυσιαστήριον ἐστιν; Τὸ δὲ ἵνα ἁγιάσῃ τὸν λαόν, καὶ ἄλλην ἔννοιαν δίδωσιν. εἶπον, φησίν, ὅτι οἱ τῇ σκηνῇ λατρεύοντες οὐκ ἔχουσιν ἐξουσίαν φαγεῖν ἐκ τοῦ θυσιαστηρίου ἡμῶν, οὐχ ὅτι ἀδύνατον αὐτοῖς τοῦτο, ἀλλ' ὅτι κατὰ γνώμην ἑαυτῶν ἀναξίους ἑαυτοὺς ἀποφαίνουσιν, ἐπεί τό γε ἀπὸ τῆς φιλανθρωπίας τοῦ Χριστοῦ οὐ μόνον οὐ κεκώλυται, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο πέπονθεν ἵνα ἁγιάσῃ, φησίν, οὐχὶ τόνδε ἢ τόνδε ἀλλὰ σύμπαντα τὸν λαόν, καὶ ποιήσῃ αὐτοὺς ἐξουσίαν ἔχειν καὶ ἐκ τοῦ θυσιαστηρίου αὐτοῦ ἐσθίειν, ἔξω τῆς πύλης ἔπαθεν.