Fragmenta in epistulam ad Hebraeos (in catenis) 637 Hebr 1,2-3 Ὃν ἔθηκε κληρονόμον πάντων. τίνων; πάντων, πάντων τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσ

 δὲ σήμερον γεγέννηκά σε καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς γεγέννηται· πνεῦμα γὰρ ἅγιον, ὁ ἄγγελός φησιν, ἐπελεύσε

 πλὴν καὶ οὗτος τοῦ οἴκου ἦν καὶ τοῦ λαοῦ εἷς. τοσούτῳ οὖν πλείονος δόξης ὁ κατὰ σάρκα Χριστὸς παρὰ Μωϋσῆν ἠξίωται ὅσον εἰκός, φησί, τὸν δημιουργὸν τοῦ

 ἐπήγαγεν ὑπὲρ τοῦ παρελθεῖν τὸν θάνατον, ἀλλὰ πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καλῶς καὶ πανσόφως τοῦτο προσθείς, ἵνα ὅταν ἐννοῇς αὐτὸν στα

 ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς τούτου συστοίχοις ἡ ἐν ταῖς ἀρεταῖς προκοπή, ἡ τῶν θλίψεων καὶ διωγμῶν καὶ πειρασμῶν ὑπομονή. τελειότης δὲ ἡ ἀνωτάτω, ἡ

 ἁγίων πρέπει ὡς θεῷ ἀληθινῷ καὶ υἱῷ ἐκ δεξιῶν τοῦ πατρὸς καθῆσθαι. Hebr 9,1-2 Τὸ εἶχε μὲν καὶ ἡ πρώτη δικαιώματα λατρείας, οὐ περὶ τῆς σκηνῆς εἰρῆσθαι

 ἐπαγγελίας, χαριζόμενα. 650 Hebr 10,36 Θέλημα θεοῦ τὸ πιστεύειν εἰλικρινῶς εἰς αὐτὸν καὶ πράττειν τὰς ἀρετὰς καὶ ἔτι τὸ ὑπὲρ αὐτῶν καιροῦ καλοῦντος μέ

 χαριζόμενος. Ἢ δύναται τὸ ἐπὶ γῆς εἰρῆσθαι χρηματίζειν, ὅτι σχεδὸν πάντα τῆς διὰ Μωϋσέως νομοθεσίας σωματικοὶ καθαρμοὶ ἐχρημάτιζον· ἡ δὲ νέα καὶ διὰ Χ

ἐπαγγελίας, χαριζόμενα. 650 Hebr 10,36 Θέλημα θεοῦ τὸ πιστεύειν εἰλικρινῶς εἰς αὐτὸν καὶ πράττειν τὰς ἀρετὰς καὶ ἔτι τὸ ὑπὲρ αὐτῶν καιροῦ καλοῦντος μέχρις αἵματος ἀγωνίζεσθαι· οἱ γὰρ τοιοῦτοι κομίζονται τὴν ἐπαγγελίαν. Hebr 11,4 Τὸ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται, ἢ ὅτι αὕτη ἡ θυσία κατέστη τῷ ἀδελφῷ εἰς βασκανίας πρόφασιν καὶ φθόνου, ὁ δὲ ἔτεκε τὸν φόνον· ἢ ὅτι δι' αὐτῆς λαλεῖται, καίτοι ἀποθανών· αὕτη γὰρ γέγονεν αἰτία τοῦ ἀείμνηστον καὶ ἀλάθητον εἶναι τὸν Ἄβελ. ἢ εἴ τις ἀκριβέστερον ἐπισκοπήσοι ἀμφότερα, ἀπὸ κοινοῦ λαμβανομένου, τὸ δι' αὐτῆς οἷον κατά τε τοῦ ἀποθανὼν καὶ τοῦ λαλεῖται. Ἔτι λαλεῖται. ἀείμνηστός ἐστιν· οὐκ ἐᾷ αὐτὸν ἡ πρᾶξις αὐτοῦ ἡ ἐκ πίστεως εἰς λήθην, φησίν, ἐλθεῖν. Hebr 11,13 Οὕτω, φησίν, αὐταῖς ἐπίστευον, πόρρωθεν ἰδόντες δι' ἐλπίδος, ὅτι καὶ ἔχαιρον ἐπ' αὐταῖς, καὶ μονονουχὶ περιπλεκόμενοι κατησπάζοντο. Hebr 11,19 Τὸ ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο δυνατὸν καὶ οὕτως ἐννοῆσαι· ὅθεν καὶ τὸν Ἰσαὰκ ὁ Ἀβραὰμ ἐν παραβολῇ ἐκομίσατο. ἐπεὶ γάρ, φησίν, ἄφατόν τινα τὴν ὑπακοὴν ἐπεδείξατο καὶ πίστιν νικῶσαν καὶ αὐτῆς τοὺς νόμους τῆς φύσεως, ἀπολαμβάνει πάλιν τὸν υἱόν, οὐχ οἷον προσήνεγκεν ἀλλὰ μετὰ μεγάλης προσθήκης καὶ ἀξίας τῆς αὐτοῦ πίστεως· ἐκομίσατο γὰρ αὐτὸν φέροντα παραβολὴν καὶ ὁμοίωσιν τὴν πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ θεόν· τοιαῦτα γὰρ ἡ πίστις δύναται κατορθοῦν. εἰ δὲ τὸ ἐν παραβολῇ κοινὸν ἐκλάβοις τοῦ τε Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ, ὅτι ὁ μὲν εἰς τύπον τοῦ πατρὸς καὶ εἰς παραβολὴν καὶ ὁμοίωσιν διὰ τῆς προσαγωγῆς τοῦ παιδὸς ἐχρημάτισεν, ὁ δὲ Ἰσαὰκ εἰς τύπον τοῦ υἱοῦ, καὶ οὕτως ἡ προειρημένη εὐοδοῦται διάνοια. τοσοῦτον κέρδος, φησί, προσεξένησε τῷ Ἀβραὰμ ἡ πίστις αὐτοῦ, ὅτι τὸν υἱὸν προσενέγκας μετὰ μεγίστης προσθήκης ἐκομίσατο. ποίας ταύτης; τὸ ἐν παραβολῇ αὐτὸν καὶ ὁμοιώσει τῆς τε πρὸς τὸν πατέρα καὶ τῆς πρὸς τὸν υἱὸν ἀνακομίσασθαι, τοῦτ' ἔστιν ἐκομίσατο τὸν υἱὸν ἐπὶ τηλικούτῳ κέρδει, ἐφ' ᾧ τύπον ἀμφοτέρους γενέσθαι τῆς προσαγωγῆς ἣν εὐδόκησεν ὁ πατὴρ τελεσθῆναι ἐπὶ τῷ υἱῷ. 651 Ἢ ἐν παραβολῇ ἐκομίσατο ὁ θεὸς τὸν Ἰσαάκ, τοῦτ' ἔστι διὰ τὴν πίστιν καὶ τὸ πρόθυμον τοῦ Ἀβραάμ, καίτοι κριοῦ προσαχθέντος καὶ τότε οὐ παρὰ τοῦ Ἀβραὰμ κομισθέντος, ἀλλὰ παρὰ τοῦ θεοῦ τοῦ καὶ κομισαμένου, ὅμως οὖν οὕτως ὁ θεὸς ἐδέξατο τὴν θυσίαν, ὡς τὸν Ἰσαὰκ αὐτὸν κομισάμενος διὰ τῆς παραβολῆς καὶ παρενθήκης τοῦ κριοῦ. διό φησιν· ὅθεν αὐτόν, οἷον τὸν Ἰσαάκ, ἐκομίσατο ἐν τῇ παραβολῇ καὶ καρενθήκῃ τοῦ κριοῦ, τοῦτ' ἔστιν ὡς τελειωθεῖσαν τὴν πρόθεσιν καὶ τῆς πίστεως αὐτοῦ τὸ πρόθυμον, οὕτως ἐδέξατο τὴν θυσίαν τοῦ Ἀβραὰμ ὁ θεός. Hebr 11,21 Ἐνταῦθα, φησίν, οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάρρει τοῖς ἐσομένοις ὡς καὶ ἐν τῷ ἔργῳ αὐτὸ ἐπιδεῖξαι· ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραῒμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτο, φησί, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ, τοῦτ' ἔστι καὶ γέρων ὢν ἤδη προσκυνεῖ τῷ Ἰωσήφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ. καὶ τοῦτο ἐξέβη ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν, ἐκβήσεσθαι δὲ ἔμελλεν ὕστερον διὰ τῶν δέκα φυλῶν. Hebr 11,26 Τί ἐστι τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ; τοῦτ' ἔστι τὸ ὀνειδίζεσθαι τοιαῦτα δεικνὺς τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν. ἢ ὅτι διὰ τὸν Χριστὸν ὑπέμεινεν ἡ γὰρ πέτρα ἦν ὁ Χριστός · εἰκὸς γὰρ ἦν κἀκεῖνον ὀνειδίζεσθαι, ὅτε ἤκουσεν· μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, μέχρι τέλους καὶ ἐσχάτης ἀναπνοῆς πάσχειν κακῶς, ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουσεν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ· ἀμφότεροι γὰρ ὑπὸ τῶν ἰδίων συμφυλετῶν ὑπὲρ ὧν εὐηργέτουν ὠνειδίζοντο. Hebr 11,3 Ἐνταῦθα περὶ τοῦ ∆αυίδ, οἶμαι, λέγει. δικαιοσύνην δὲ τὴν φιλανθρωπίαν ἐκάλεσεν. Hebr 12,25 Ἢ τὸν ἐπὶ γῆς χρηματίζοντα, τὸν τὰ γήϊνα καὶ παρερχόμενα ὑπισχνούμενον· γῆν ῥέουσαν γάλα καὶ μέλι, ἐχθρῶν ἐπικράτειαν, εὐπαιδίαν καὶ βίον μακροχρόνιον. ἀπ' οὐρανοῦ δὲ λαλεῖ ὁ αὐτὸν 652 τὸν οὐρανὸν εἰς κληρονομίαν ἐπαγγελλόμενος, ὁ τῆς ἀφράστου δόξης ἐκείνης καὶ ἀπεράντου τὴν ἀπόλαυσιν