Fragmenta in epistulam ad Hebraeos (in catenis) 637 Hebr 1,2-3 Ὃν ἔθηκε κληρονόμον πάντων. τίνων; πάντων, πάντων τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσ

 δὲ σήμερον γεγέννηκά σε καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς γεγέννηται· πνεῦμα γὰρ ἅγιον, ὁ ἄγγελός φησιν, ἐπελεύσε

 πλὴν καὶ οὗτος τοῦ οἴκου ἦν καὶ τοῦ λαοῦ εἷς. τοσούτῳ οὖν πλείονος δόξης ὁ κατὰ σάρκα Χριστὸς παρὰ Μωϋσῆν ἠξίωται ὅσον εἰκός, φησί, τὸν δημιουργὸν τοῦ

 ἐπήγαγεν ὑπὲρ τοῦ παρελθεῖν τὸν θάνατον, ἀλλὰ πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καλῶς καὶ πανσόφως τοῦτο προσθείς, ἵνα ὅταν ἐννοῇς αὐτὸν στα

 ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς τούτου συστοίχοις ἡ ἐν ταῖς ἀρεταῖς προκοπή, ἡ τῶν θλίψεων καὶ διωγμῶν καὶ πειρασμῶν ὑπομονή. τελειότης δὲ ἡ ἀνωτάτω, ἡ

 ἁγίων πρέπει ὡς θεῷ ἀληθινῷ καὶ υἱῷ ἐκ δεξιῶν τοῦ πατρὸς καθῆσθαι. Hebr 9,1-2 Τὸ εἶχε μὲν καὶ ἡ πρώτη δικαιώματα λατρείας, οὐ περὶ τῆς σκηνῆς εἰρῆσθαι

 ἐπαγγελίας, χαριζόμενα. 650 Hebr 10,36 Θέλημα θεοῦ τὸ πιστεύειν εἰλικρινῶς εἰς αὐτὸν καὶ πράττειν τὰς ἀρετὰς καὶ ἔτι τὸ ὑπὲρ αὐτῶν καιροῦ καλοῦντος μέ

 χαριζόμενος. Ἢ δύναται τὸ ἐπὶ γῆς εἰρῆσθαι χρηματίζειν, ὅτι σχεδὸν πάντα τῆς διὰ Μωϋσέως νομοθεσίας σωματικοὶ καθαρμοὶ ἐχρημάτιζον· ἡ δὲ νέα καὶ διὰ Χ

πλὴν καὶ οὗτος τοῦ οἴκου ἦν καὶ τοῦ λαοῦ εἷς. τοσούτῳ οὖν πλείονος δόξης ὁ κατὰ σάρκα Χριστὸς παρὰ Μωϋσῆν ἠξίωται ὅσον εἰκός, φησί, τὸν δημιουργὸν τοῦ δημιουργήματος· ὅσον γάρ, φησί, πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· οἶκον γὰρ ἐνταῦθα τὸν λαὸν σὺν τῷ Μωϋσεῖ λέγει, ἐπειδὴ καὶ Μωϋσῆς εἷς ἦν τοῦ λαοῦ καὶ τοῦ οἴκου, ποιητὴς δὲ τοῦ οἴκου ὁ Χριστός. Hebr 3,9 Ἢ οὗ ἐπείρασαν πειρασμοῦ, ἵνα ἦ τὸ οὗ ἄρθρον, ἀλλὰ μὴ τόπου δηλωτικόν. Hebr 3,12 Πολλαὶ μέν εἰσι καρδίαι πονηραὶ ἀπιστίας· ἔστι γὰρ καρδία πονηρὰ ἀπιστίας τὸ μὴ πιστεύειν κακὸν εἶναι τὸ φιλοχρηματεῖν, τὸ ἄρχειν ὕβρεως, τὸ μεθύσκεσθαι, καὶ μυρία ἄλλα. μεῖζον δὲ καὶ ἀσυγκρίτως καρδία ἐστὶ πονηρὰ ἀπιστίας ἡ ἀφισταμένη τῆς πίστεως τῆς πρὸς τὸν θεόν. βλέπετε οὖν, φησί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας· ἀπιστίας δέ, φημί, τῆς ἀφεστώσης ἀπὸ θεοῦ ζῶντος. 642 καλῶς δέ φησιν· καρδία πονηρὰ ἀπιστίας· ἔστι γὰρ καὶ καρδία ἀγαθὴ ἀπιστίας ὡς τὸ μὴ πιστεύετε παντὶ πνεύματι, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν. Hebr 4,2 Μὴ συγκεκραμένους, φησί, τοῖς ἀκούσασιν, τοῦτ' ἔστι τοῖς πεπιστευκόσιν. πῶς δὲ ἦν αὐτοῖς συγκραθῆναι; ἐν τῇ πίστει, φησί, τοῦτ' ἔστι διὰ πίστεως· εἰ γὰρ ἐπίστευσαν οὗτοι ὥσπερ κἀκεῖνοι, εἰς ἓν ἂν συνηλαύνοντο, τῆς πίστεως οἷον κολλώσης αὐτοὺς καὶ συγκιρνώσης. Hebr 4,3-11 Ὥσπερ ἡ πρώτη κατάπαυσις οὐκ ἐνεπόδισεν τὸ καὶ δευτέραν γενέσθαι, οὕτως οὐδὲ κωλύει καὶ δευτέρας ἐπιγενομένης τρίτην ἄλλην τελεωτέραν ὑπάρξαι. Ἐπειδὴ ἀπέδειξεν ὡς ἔστι τρίτη κατάπαυσις καὶ ὡς ἐλεύσονταί τινες ἐν αὐτῇ, ἐπὶ τὸ συμπέρασμα ἧκε καί φησιν· ἐξ ὧν εἴρηται. φανερὸν ἄρα ὅτι ἔστι τις κατάπαυσις ἄλλη παρὰ τὰς εἰρημένας, καὶ αὕτη οὐ τοῖς τυχοῦσιν ἀλλὰ τῷ λαῷ τοῦ θεοῦ ἀφιερωμένη. λαὸς δὲ ἀληθῶς τοῦ θεοῦ οἱ πιστεύσαντες εἰς αὐτὸν καὶ φυλάττοντες τὰ προστάγματα αὐτοῦ. Hebr 4,15 ∆ιχόθεν κατασκευάζει ὅτι συμπαθήσει ταῖς ἀσθενείαις ἡμῶν· καθ' ἕνα μὲν τρόπον, ὅτι μέγας ἐστὶ καὶ δυνατὸς ὡς υἱὸς θεοῦ καὶ θεός· καθ' ἕτερον δέ, ὅτι καὶ αὐτὸς ὡς ἄνθρωπος ἔπαθεν καὶ πεῖραν ἔχει τῶν θλίψεων καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας. καὶ δι' ἄμφω ταῦτα πάντως συμπαθὴς ἔσται ταῖς ἀσθενείαις ἡμῶν. Hebr 5,6 Ὅτι καὶ ὁ Χριστὸς ἀναίμακτον θυσίαν προσήνεγκεν· πρότερον γὰρ ταύτην προσήνεγκεν, εἰθ' ὕστερον καὶ τὸ ἑαυτοῦ σῶμα. διὰ τοῦτο οὖν ἀναλόγως εἴρηται ἱερέα εἶναι τὸν Χριστὸν κατὰ τὴν τάξιν Μελχισεδέκ. 643 Hebr 5,7-9 ∆ύο ζητεῖται μάλιστα ἐνταῦθα· ἓν μέν· πῶς φησιν ὅτι εἰσηκούσθη, καίτοι αὐτὸς μὲν παρελθεῖν ἐδεῖτο τὸν θάνατον; ὁ δὲ οὐ παρῆλθεν, καὶ γὰρ ἐσταυρώθη καὶ ἀπέθανεν. δεύτερον δέ· ἀπὸ ποίας εὐλαβείας εἰσακουσθῆναι αὐτόν φησιν; καὶ τρίτον· τὸ καίπερ ὢν υἱός, τίνι συναπτέον; τῷ εἰσηκούσθη ἀπὸ τῆς εὐλαβείας; ἢ τοῖς ἐφεξῆς, ἵνα ᾖ· καίπερ ὢν υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν; διαφορὰ γὰρ τούτων οὐκ ὀλίγη. Ἀλλὰ πρὸς μὲν τὸ πρῶτόν φαμεν ὅτι οὐκ ἦν ἡ δέησις μία, ἀλλὰ διπλῆ τις· ἡ μὲν παραιτουμένη τὸν θάνατον, ἡ δὲ αἰτουμένη· καὶ γάρ φησιν ἐν τῇ αὐτῇ εὐχῇ καὶ δεήσει· πλὴν μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σὸν γενέσθω. καὶ τοῦτο σαφέστερον δηλῶν ὁ Ἰωάννης φησὶν αἰτεῖσθαι τὸν υἱὸν λέγοντα· πάτερ, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, δόξαν τὸν σταυρὸν καὶ τὸν θάνατον, ὡς δῆλον, ὀνομάζοντα. ὥστε καλῶς φησιν ὁ θεῖος Παῦλος· εἰσηκούσθη. Τὸ δὲ ἀπὸ τῆς εὐλαβείας ἐγγὺς γέγονεν ἐκ τῶν εἰρημένων τοῦ σεσαφηνίσθαι. δύο γὰρ ἔφημεν αἰτήσεις, τὴν μὲν παραιτήσεως τοῦ θανάτου, τὴν δὲ συγκατανεύσεως, ὅπερ ἦν ὡς ἀληθῶς πολλῆς εὐλαβείας· πλὴν μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σόν. εἰσηκούσθη τοίνυν ὁ Χριστὸς οὐκ ἀπὸ τῆς παραιτήσεως, ἀλλ' ἀπὸ τῆς εὐλαβείας, τοῦτ' ἔστιν ἐκείνη ἡ αἴτησις αὐτοῦ ἐξέβη, οὐχὶ ἡ κατὰ τὴν παραίτησιν, ἀλλ' ἡ κατὰ τὴν εὐλάβειαν. διό φησιν· καὶ τελειωθείς, τοῦτ' ἔστι διὰ παθημάτων καὶ σταυροῦ καὶ θανάτου τέλειος ἡμῖν ἐπιγνωσθεὶς καὶ ὑπὲρ λόγον ἀγαθὸς καὶ φιλάνθρωπος. τοῦτο δὲ καὶ ἄνωθεν ὑπεδήλου, δεήσεις λέγων καὶ ἱκετηρίας τὸ διπλοῦν τῆς αἰτήσεως αἰνιττόμενος. εἶτα καὶ δεήσεις εἰπὼν καὶ ἱκετηρίας οὐκ