Fragmenta in epistulam ad Hebraeos (in catenis) 637 Hebr 1,2-3 Ὃν ἔθηκε κληρονόμον πάντων. τίνων; πάντων, πάντων τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσ

 δὲ σήμερον γεγέννηκά σε καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς γεγέννηται· πνεῦμα γὰρ ἅγιον, ὁ ἄγγελός φησιν, ἐπελεύσε

 πλὴν καὶ οὗτος τοῦ οἴκου ἦν καὶ τοῦ λαοῦ εἷς. τοσούτῳ οὖν πλείονος δόξης ὁ κατὰ σάρκα Χριστὸς παρὰ Μωϋσῆν ἠξίωται ὅσον εἰκός, φησί, τὸν δημιουργὸν τοῦ

 ἐπήγαγεν ὑπὲρ τοῦ παρελθεῖν τὸν θάνατον, ἀλλὰ πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καλῶς καὶ πανσόφως τοῦτο προσθείς, ἵνα ὅταν ἐννοῇς αὐτὸν στα

 ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς τούτου συστοίχοις ἡ ἐν ταῖς ἀρεταῖς προκοπή, ἡ τῶν θλίψεων καὶ διωγμῶν καὶ πειρασμῶν ὑπομονή. τελειότης δὲ ἡ ἀνωτάτω, ἡ

 ἁγίων πρέπει ὡς θεῷ ἀληθινῷ καὶ υἱῷ ἐκ δεξιῶν τοῦ πατρὸς καθῆσθαι. Hebr 9,1-2 Τὸ εἶχε μὲν καὶ ἡ πρώτη δικαιώματα λατρείας, οὐ περὶ τῆς σκηνῆς εἰρῆσθαι

 ἐπαγγελίας, χαριζόμενα. 650 Hebr 10,36 Θέλημα θεοῦ τὸ πιστεύειν εἰλικρινῶς εἰς αὐτὸν καὶ πράττειν τὰς ἀρετὰς καὶ ἔτι τὸ ὑπὲρ αὐτῶν καιροῦ καλοῦντος μέ

 χαριζόμενος. Ἢ δύναται τὸ ἐπὶ γῆς εἰρῆσθαι χρηματίζειν, ὅτι σχεδὸν πάντα τῆς διὰ Μωϋσέως νομοθεσίας σωματικοὶ καθαρμοὶ ἐχρημάτιζον· ἡ δὲ νέα καὶ διὰ Χ

ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς τούτου συστοίχοις ἡ ἐν ταῖς ἀρεταῖς προκοπή, ἡ τῶν θλίψεων καὶ διωγμῶν καὶ πειρασμῶν ὑπομονή. τελειότης δὲ ἡ ἀνωτάτω, ἡ περὶ τῆς θεολογίας τοῦ Χριστοῦ, καθ' ὅσον ἐστὶν ἀνθρώπῳ δυνατόν, ἀκριβὴς κατάληψις. πρῶτον οὖν πιστεύοντες βαπτιζόμεθα, εἶτα ἐπιγινώσκομεν ὅσα ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἔπαθέν τε καὶ ἐποίησεν κατὰ τὸ ἀνθρώπινον, εἶτα ταῖς ἀρεταῖς τελειούμεθα, ἔπειτα καὶ τῆς γνώσεως τῆς κατὰ τὴν θεολογίαν ἀξιούμεθα. Hebr 6,5 ∆υνάμεις τε μέλλοντος αἰῶνος. ἀντὶ τοῦ ἃ δύναται ὁ μέλλων αἰὼν ἐκμαθόντας· τὸ γὰρ γευσαμένους ἀπὸ κοινοῦ, ὅπερ τροπικῶς εἴληπται, σημαῖνον, τὸ μαθόντας, κατηχηθέντας. τί δὲ δύναται ὁ μέλλων αἰών; καὶ τί ἐστιν αὐτοῦ ἡ χρεία καὶ τὸ ἔργον; ὅτι ἐν αὐτῷ ἕκαστος ὧν ἔπραξε τὴν ἀμοιβὴν εὑρίσκει, ὅτι οὐκ ἔχει τέλος οὔτε ἡ τιμωρία ἡ ἐν αὐτῷ, οὔτε ἡ εὐδαιμονία, ὅτι τότε μᾶλλον τό τε ἀλάθητον τοῦ κριτοῦ καὶ τὸ δίκαιον φανερωθήσεται, καὶ πολλὰ ἕτερα. τοὺς οὖν μετὰ τῶν ἄλλων καὶ ταῦτα μαθόντας, φησίν, εἶτα παραπεσόντας ἀδύνατον καὶ ἑξῆς. 646 Hebr 6,6 Τί ἐστιν ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας; ἄνωθεν, φησί, σταυροῦντας ἑαυτοῖς καὶ καταισχύνοντας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἅπαξ ἐσταυρώθη ὁ Χριστός, καὶ ἡμεῖς ἅπαξ συσταυρούμεθα αὐτῷ διὰ τοῦ βαπτίσματος. ὁ τοίνυν, φησίν, οἰόμενος εἶναι δεύτερον βάπτισμα, ὅσον τὸ κατ' αὐτόν, ἄνωθεν σταυροῖ τὸν κύριον· τί γὰρ ἕτερον ποιεῖ ὁ δεύτερον αὐτῷ διὰ τοῦ βαπτίσματος σταυροῦσθαι νομίζων ἢ ὅτι καὶ αὐτὸν ἡγεῖται δεύτερον ἐσταυρῶσθαι δι' ὧν ποιεῖ; τὸ δὲ δεύτερον σταυροῦν, φησί, τὸν Χριστὸν τὸ ὅσον ἧκεν εἰς αὐτόν, οὐδὲν ἕτερόν ἐστιν ἢ παραδειγματίσαι αὐτὸν καὶ καταισχῦναι· ἅπαξ γὰρ σταυρωθεὶς ἀθάνατός ἐστι λοιπόν, ὁ δὲ ἀνασταυρῶν ψεῦδος τοῦτο ποιεῖ, ὅπερ αἰσχύνην αὐτῷ φέρει ὡς ψευσαμένῳ τὸ ἅπαξ ἀποθανεῖν. Hebr 6,7 Γεωργεῖται δὲ δηλονότι εἰς σωτηρίαν καὶ κέρδος αὐτῶν ἐκείνων τῶν καρποφορούντων. εἰ δέ ἐστιν, καθώς φησιν ὁ κύριος, γεωργὸς ὁ πατήρ, πάλιν δὲ σπορεὺς καὶ ὁ υἱὸς ὁ τὸ καλὸν σπέρμα σπείρων, ἐὰν ἐπιτήδειος αὐτοῖς ἡ βοτάνη, τοῦτ' ἔστι τὸ γεώργιον ὀφθῇ καὶ γὰρ τῷ θεῷ ὀφείλομεν καρποφορεῖν, ὥς πού φησιν· νυνὶ δὲ δουλωθέντες τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν εἰ οὖν τοῦτο, δηλονότι διὰ τὸν θεὸν γεωργοῦμεν, ἵνα αὐτῷ ἀρέσωμεν τὸν ἐνάρετον βίον· διὸ καὶ ἀξιούμεθα τῆς παρ' αὐτοῦ εὐλογίας. Hebr 7,3 Ἀγενεαλόγητον τὸν Μελχισεδὲκ <λέγει> τῷ μὴ εἶναι μὲν ἐκ τοῦ σπέρματος Ἀβραὰμ μηδὲ ὑπὸ Μωϋσέως γενεαλογεῖσθαι, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου ἐκείνης σπορᾶς ὁρμᾶσθαι, δικαίου δὲ τῶν καθ' αὑτὸν ἀποφανθέντος, καὶ οὐκ ἐκ προγόνων ὁρμωμένου δικαίων οὐδὲ ἀπό τινος δικαίας σπορᾶς, οὐ θέμις ἦν γενεαλογεῖν 647 τὸν εἰς ἄκρον δικαιοσύνης νεύοντα. ὅτι δὲ Χαναναῖος ἦν τὸ γένος ὁ Μελχισεδὲκ δείκνυται, καὶ ἔστι δήπου τεκμήρασθαι καὶ ἀπ' αὐτῶν ἐκείνων ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων, καὶ οἷς ἐπλησίαζεν· γείτων μὲν γὰρ ἦν Σοδόμων, πλησιαίτερος δὲ τῷ Ἀβραὰμ οἰκοῦντι πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ. οἴεσθαι δὲ χρὴ ὅτι καὶ Σαλὴμ ἐκείνης ἐτύγχανε βασιλεύς, ἥτις ἐστιν Ἱερουσαλήμ. Hebr 7,5 Καίπερ ἐξεληλυθότας τοῦτό φησιν· καίπερ ὁμοτίμων ὄντων κατὰ τἄλλα πάντα, ὅμως ἐκ τοῦ τοὺς μὲν διδόναι δεκάτας, τοὺς δὲ λαμβάνειν, πολλὴ ἡ ὑπεροχὴ ἐπιδείκνυται. εἰ δὲ ἐνταῦθα τοῦτο, δῆλον ὅτι καὶ ἐπὶ τοῦ Ἀβραὰμ καὶ Μελχισεδέκ, τοῦ μὲν δόντος, τοῦ δὲ λαβόντος. ὥστε ὁ τοῦ Χριστοῦ τύπος μείζων τοῦ πατριάρχου Ἀβραάμ. εἰ δὲ τοῦ Ἀβραάμ, πολλῷ μᾶλλον τῶν ἱερέων. εἰ δὲ ὁ τύπος, τί ἄν τις εἴποι περὶ αὐτοῦ τοῦ Χριστοῦ; Hebr 7,9-10 ∆ιότι ὁ Ἀβραὰμ ἔδωκε δεκάτας, διὰ τοῦτο, φησί, καὶ Λευὶ ὁ τὰς δεκάτας λαμβάνων δεδεκάτωται, τοῦτ' ἔστι δέδωκε δεκάτας. ἐν γοῦν τῷ δι' Ἀβραὰμ δεῖ ὑποστίζειν, ἵνα τὸ νόημα παντελῶς ἀβίαστον γένηται· διὰ γὰρ τὸν δεκατωθέντα Ἀβραάμ, φησί, τρόπον τινὰ καὶ ὁ ἐν τῇ ὀσφύϊ αὐτοῦ ἔτι ὢν Λευὶ δεδεκάτωται. Hebr 8,1 Ἢ τοῦτο λειτουργῶν καὶ τοῦτο ἱερατεύων, τὸ τοὺς ἀνθρώπους ἀποκαθαίρειν τῶν ἁμαρτιῶν καὶ ἁγίους ποιεῖν· τῷ γὰρ τοιούτῳ λειτουργῷ καὶ αὐτουργῷ τῶν