1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

2

ἰδεῖν ὁμοιώματα ζῴων καὶ θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν προσκυνούμενα, ἔτι δὲ καὶ πᾶσαν σχεδὸν τὴν ὕλην ὡς θεὸν τιμωμένην. Καὶ διὰ τοῦτο ὁ κύριος τὴν ἔνσαρκον οἰκονομίαν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀνεδέξα το, ἵνα τὴν πολύθεον πλάνην καταργήσῃ καὶ ἐπὶ τὴν προσκύνησιν τοῦ ὄντως θεοῦ ἐπιστρέψῃ διὰ λουτροῦ παλιγγενεσίας, καὶ πᾶσαν τὴν ἀνθρωπότητα διεσπαρμένην συναγάγῃ εἰς τὴν ἐκκλησίαν καὶ σῶμα αὐτοῦ προσηγόρευσε, καὶ πληρωθῇ ὁ λόγος αὐτοῦ· Ἔσται μία ποίμνη, εἷς ποιμήν. Ἀλλὰ πάλιν ὁ φθονερὸς διάβολος τῇ οἰκείᾳ κακίᾳ καὶ τῇ ἀρχαίᾳ αὐτοῦ τέχνῃ οὐ παύεται ἀπατῶν τοὺς ἀστηρίκτους· ὡς γὰρ πρὸ τοῦ εἴδωλα μετονομάσας θεοὺς ἀπὸ τοῦ ὄντως θεοῦ ἀπεπλάνησε τοὺς ἀνθρώπους, οὕτως καὶ νῦν πολλὰς ἐκκλησίας ὀνομάσας, μᾶλλον δέ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, εἴδωλα ἐκκλησιῶν ἀναστήσας τῇ τοῦ Χριστοῦ ἀποταγῇ τοὺς πειθομένους αὐτῷ, ἵν' ὥσπερ τότε διὰ τῶν λεγομένων θεῶν ἀπὸ τοῦ θεοῦ ἀπέστησεν, οὕτως καὶ νῦν διὰ τῶν λεγομένων παρ' αὐτοῖς ἐκκλησιῶν τῆς ὄντως ἐκκλησίας ἀποσπάσῃ. Ἔθος γὰρ τῷ διαβόλῳ διὰ μεγάλων ἐπαγγελιῶν ἀπατᾶν· τῷ γὰρ πρώτῳ ἀνθρώπῳ, ἤτοι τῇ γυναικὶ προσελθὼν εἶπεν· Ἐὰν φάγητε τοῦ ξύλου τῆς γνώσεως, ἔσεσθε ὡς θεοί, θεοὺς ποιήσειν ἐπαγγειλά μενος, τουτέστιν ἀθανάτους, καὶ αὐτὴν τὴν ζωὴν αὐτῶν προσαφ είλατο. Ἔχει δὲ τοίνυν πλέον ὁ δόλος αὐτοῦ· τοῦ σωτῆρος γὰρ ἐπιφανέντος καὶ πολλῶν πιστευσάντων αὐτῷ ἐπήγειρεν ὁ πονηρὸς διωγμὸν κατὰ τῶν χριστιανῶν καὶ οὓς οὐκέτι ἠδύνατο κατέχειν τῇ ἀπάτῃ διὰ τῆς εἰδωλολατρίας, τούτους διὰ τῆς τυραννίδος ἀποστάτας ἠνάγκασε γενέσθαι. Καὶ ἦν ἰδεῖν πρᾶγμα φρικτόν· βασιλεῖς μαινομένους κατὰ τῶν χριστιανῶν, νόμους ἀνομίας μεστούς, δικαστὰς ἐκδίκους τῆς ἀσεβείας. Ὑπὲρ πάντα γὰρ φόνον καὶ πᾶσαν γοητείαν ἔγκλημα ἦν ἡ εὐσέβεια, καὶ μόνοι οἱ χριστιανοὶ ᾤκουν τὰ δεσμωτήρια, ἐστρεβλοῦντο, ἐτύπτοντο, ἐτηγανίζοντο, ἐξέοντο, θηρίοις ἐνεβάλλοντο. Καὶ τούτων ἁπάντων ἐπαγομένων αὐτοῖς παρὰ τοῦ πονηροῦ καὶ τῶν τούτου διακόνων, ἵνα τὴν ἐκκλησίαν τοῦ θεοῦ ἀρνήσωνται, γενναίως καὶ προθύμως ἅπαντα ἔφερον διὰ τὴν εἰς τὸν σωτῆρα ἀγάπην καὶ ἡδέως ἀπέθνῃσκον τὸν πρόσκαιρον θάνατον τῆς ἀϊδίου ζωῆς ἀνταλλαττόμενοι. Ταῦτα καταμαθὼν ὁ διάβολος καὶ κατανοήσας νικωμένην αὐτοῦ τὴν βίαν καὶ πάσας αὐτοῦ τὰς ἐπινοίας μετεβλήθη εἰς ἕτερον εἶδος ἀπάτης καὶ πάλιν ἐπάγγελμα χρηστὸν καὶ σχῆμα ταπεινὸν καὶ θρησκεία εὐλαβής. Ἐγκρατείας γὰρ καὶ ἀποτάξεως κηρυσσομένης τίς ἂν μὴ εὐκόλως ἀπατηθῇ τῷ δόλῳ τούτῳ; Οἶδεν ὅτι βαρὺ ἀκοῦσαι χριστιανῷ· Ἀπόστα ἀπὸ θεοῦ, ἄρνησαι τὸν σω τῆρα, δραπέτευσον ἀπὸ τῆς ἐκκλησίας, ἐγκατάλιπε τὸ αἷμα τοῦ Χριστοῦ δι' οὗ ἠγοράσθης. Ταῦτα εἰ εἶπε, τίς ἂν ὑπήκουσεν αὐτῷ; Νυνὶ δὲ τῇ ἀρχαίᾳ μεθόδῳ πάλιν μεγάλα ἐπαγγελλόμενος τοῦ ἀληθινοῦ παραδείσου, τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ἐκβάλλει τὸν ἄνθρωπον. Ὄντως γὰρ παράδεισος ἡ ἐκκλησία τοῦ Χριστοῦ, ἐν ᾗ καὶ τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, καὶ πηγὴ ἡ ἀνερχομένη ἐκ τῆς γῆς καὶ ποτίζουσα τὸν παράδεισον, ἐξ ἧς καὶ οἱ τέσσαρες ποταμοὶ ἀπορρέουσιν· ἔχει δὲ καὶ πολλὴν διαφορὰν καρπῶν. ∆ιὰ τοῦτο γὰρ παράδεισος, ἐπειδὴ πολλὰ εἴδη καρπῶν· μονοειδὴς γὰρ παράδεισος οὐκ ἔστιν, ὡς οἱ ἀποστάται λέγουσιν. Ἕκαστος δὲ καθὼς πίστεως καὶ σπουδῆς ἔχει, αὐξάνει καὶ καρποφορεῖ· μόνον μενέτω ἐν τῷ παραδείσῳ τοῦ Χριστοῦ, καθὼς γέγραπται· Πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ἐὰν δὲ καὶ γένηται καιρὸς μαρτυ ρίου, παραδῶμεν τὸ σῶμα, καταλείψωμεν τὴν πρόσκαιρον ζωήν, ὑπερίδωμεν γένους, καταφρονήσωμεν χρημάτων· πάντα οἰχέσθω, μενέτω ἐν ἡμῖν ἡ πίστις, ἐλπίς, ἀγάπη, ὡς λέγει ὁ ἀπόστολος. Καὶ ἐν ἄλλῳ δὲ τόπῳ· Πέπεισμαι, φησίν, ὅτι οὔτε ζωὴ οὔτε θάνατος οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Τίς δέ ἐστιν αὕτη ἡ ἀγάπη, αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἶπεν· Ὁ τρώγων μου τὴν σάρκα καὶ