1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

4

τοῖς ὑπάρχουσιν αὐτῷ, οὐκ ἔστι μου μαθητής, καὶ Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς· καὶ οὐ προσέθηκεν Εἴ τις οὐκ ἀποτάσσεται τῇ ἐκκλησίᾳ μου ἢ τοῖς μυστηρίοις μου, οὐκ ἔστι μου μαθητής. ∆ῆλον γὰρ ὅτι ἐδίδαξεν ἡμᾶς διὰ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας πρῶτον ἀποτάσσεσθαι τῷ διαβόλῳ καὶ τοῖς εἰδώλοις αὐτοῦ καὶ πάσῃ τῇ πλάνῃ αὐτοῦ, καὶ αὐτῷ μόνῳ συντάσσεσθαι διὰ τῆς ἐκκλησίας αὐτοῦ καὶ τῶν μυστηρίων. Τὴν πρώτην ἀποταγὴν ἀπετάξω ἢ τὴν δευτέραν; Ἡ πρώτη εἰδώλων ἐστὶν ἀποχή, ἡ δευτέρα χρημάτων ἐστὶ καταφρόνησις καὶ πάσης σαρκικῆς ἡδονῆς ὑπεροψία. Ἴδωμεν οὖν ποίαν λέγεις ἀπόταξιν τὴν τῶν χρημάτων. Καὶ τίς οὕτως δεδούλωται τῷ πάθει τῆς φιλαργυρίας ὡς οἱ αἱρετικοί; Οὐ μόνον γὰρ τὰ αὐτοῖς ἐμπίπτοντα χρήματα μετὰ ἀσφαλείας κατέχουσιν, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ὡς οἰκείων φρονισταὶ καὶ ταμεῖα γίνονται καὶ τόκους καὶ πλεονασμοὺς συνάγουσι καὶ ἄλλοις μὲν τὰ χρήματα προσπορίζουσι, αὐτοὶ δὲ τὰς ἀνομίας κερδαίνουσι, μόνον ἵνα τὸ πάθος τῆς πλεονεξίας αὐξήσωσιν. Οὐδεὶς γὰρ ἤκουσέ ποτε ὅτι αἱρετικὸς πάντα πωλήσας τὰ προσόντα αὐτῷ δέδωκε πτωχοῖς καὶ ποιητὴς τῆς ἐντολῆς ταύτης γέγονε. Μόνοις οὖν τοῖς ἁγίοις ἀπετάξω, μόνον τοῦτο ἐδιδάχθης παρὰ τῆς σῆς ἐγκρατείας καὶ τῆς ἀποτάξεως τὸ μὴ γινώσκειν τὸν ἱερέα σου τὸν ἀεὶ τρέφοντά σε διὰ τῆς μυστικῆς καὶ ἁγίας τροφῆς, οὐδὲν μέγα προκόψας. Εἰ γὰρ ταύτην προκοπὴν λέγεις, εἰς ταύτην φθάνουσι καὶ οἱ μαινόμενοι· κἀκεῖνοι γάρ, ὅταν ὑπὸ τοῦ πάθους τούτου κρατηθῶσιν, ἀγνοοῦσι τοὺς γεννήσαντας, οὐκ ἐπιγινώ σκουσιν ἀδελφόν, οὐ μέμνηνται εὐεργεσιῶν, ἀλλὰ καὶ ἐάν τις θέλῃ βοηθῆσαι, ὡς ἐχθρὸς καὶ πολέμιος ὑπολαμβάνεται παρ' αὐτῶν, καὶ ἐρωτώμενοι παρὰ τῶν ἰδίων τὴν αἰτίαν τῆς λύπης εἰπεῖν ἄναρθρα καὶ ἀνακόλουθα φθεγγόμενοι οὐδὲν ἔχουσι. ∆ῆλον οὖν ὅτι τῷ πάθει τῆς μανίας κατέχονται καὶ οἱ ἀποστάται τῆς ἐκκλη σίας ἐνυβρίζοντες πρὸς πάντας, ἀπεχόμενοι, τὸν πατέρα τὸν γεννήσαντα μοιχὸν ἀποκαλοῦντες, τὴν μητέρα πόρνην νομίζον τες, μὴ τὴν ἐντολὴν τοῦ θεοῦ φυλάττοντες τὴν λέγουσαν Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ἀλλ' ἴσως προφασιζόμενος ἐρεῖ· «Τοὺς σαρκικοὺς γονεῖς λοιδορῶ «. Οὐδὲ τοῦτο καλῶς ποιεῖς· ὁ νόμος γὰρ τοῦτο λέγει καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ἐπισφραγίζεται· μεμφόμενος γὰρ τοῖς Ἰουδαίοις λέγει, ὅτε ἐνεκάλουν αὐτῷ λέγοντες· ∆ιὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων καὶ ἀνίπτοις χερσὶν ἐσθίουσι, λέγει ὁ κύριος πρὸς τοῦτο· ∆ιὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ καὶ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ θεὸς εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ὁρᾷς πῶς ἐσφράγισε τὴν ἐντολήν, μᾶλλον δὲ τὸν τῆς φύσεως νόμον διὰ τοῦ οἰκείου λόγου; Καὶ ἦν εἰπεῖν πολλὰ περὶ τιμῆς καὶ φόβου γονέων, ἀλλ' ἀρκεῖ περὶ τούτου μαρτυροῦσα ἥ τε παλαιὰ καὶ καινὴ διαθήκη. Ἴδωμεν δὲ εἰ κἂν τοὺς πνευματικοὺς γονέας τιμῶσι. Τίς οὖν ἐστιν ὁ πνευματικὸς πατήρ; Πάντως μετὰ τὸν θεὸν ὁ ἱερεὺς ὁ βαπτίσας σε· γέγραπται γάρ· Ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα, καὶ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἔδωκάς μοι σὺ ὁ θεός· καὶ πρὸς τοὺς καταπεσόντας Τεκνία μου, φησίν, οὓς πάλιν ὤδινον, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὃ καὶ εὐχόμεθα καὶ ἐπ' αὐτοῖς γενέσθαι· καὶ ἡ μήτηρ δὲ πάντως ἡ ἐκκλησία καὶ ἡ ἀναθρεψαμένη. Ἆρ' οὖν ὁ αἱρετικὸς γνωρίζει τούτους, γινώσκει τὴν ἀπ' αὐτῶν ὠφέλειαν, ὅτι διὰ τούτων ἔφυγε τὴν τυραννίδα τοῦ διαβόλου, δι' αὐτῶν χριστιανὸς ὠνομάσθη; Τί λέγω χριστιανός; Αὐτὸν τὸν Χριστὸν ἐνεδύσατο· λέγει γὰρ ἡ γραφή· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· μόνον εἰ μὴ ὑπὸ τοῦ ὄφεως πάλιν ἐξεδύθης. Τί οὖν πρὸς ταῦτα; Γνωρίζεις τούτους ἢ καὶ τούτους ἠρνήσω; Καὶ τί ποιήσεις; Εἰ γὰρ τοὺς κατὰ σάρκα γεννήσαντάς σε ἠτίμησας, τοὺς ἀναγεννήσαντάς σε διὰ λουτροῦ παλιγγενεσίας ἀπηρνήσω, πόθεν ἡ