1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

1

Contra haereticos

... οὐδὲ οὐράνιον φρονοῦσιν· ἀλλ' οὐδὲ ἀνθρώπινον φρόνημα ἔχουσιν, οὐδὲ τολμῶσιν εἰς τὸ φῶς προελθεῖν ἢ φρονίμῳ ἀνθρώ πῳ διαλεχθῆναι, ἢ πόλει χριστιανῶν ἐπιβῆναι, καθὼς οἱ προεστῶτες τῶν ἄλλων αἱρέσεων, οἵτινες πειρῶνται διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης πλανῆσαί τινας. Καὶ γὰρ διὰ τὴν προσοῦσαν αὐτοῖς δεινότητα καὶ τὰς γραφὰς πειρῶνται πρὸς τὰ ἑαυτῶν θελήματα ἕλκειν κἀκεῖθεν ἀπατᾶν τοὺς ἁπλουστέρους· αἱ γὰρ γραφαὶ ἐοίκασι τοῖς βοηθήμασι τοῖς ἰατρικοῖς, ἅτινα καλῶς μὲν σκευαζόμενα θεραπεύει, φαύλως δὲ ἢ ἀτέχνως διδόμενα φονεύει· διόπερ εἰκότως ἀλώπεκες μικροὶ λέγονται. Τὰς μὲν οὖν λοιπὰς αἱρέσεις ἔστιν εὑρεῖν ὅτι καὶ λόγον καὶ πιθανότητα ἔχουσι καὶ συλλογισμοῖς καὶ σοφίσμασί τινων ἁπλουστέρων περιγίνον ται· καὶ νομίζω γὰρ καὶ περὶ τούτων ὁ προφήτης εὔχεται λέγων· Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν. Αἱ μέντοι μικραὶ ἀλώπεκες, τουτέστι αὗται αἱ αἱρέσεις, τί ἔχουσι δυνατὸν εἰς τὸ ἀπατῆσαι; Οὐ φρόνησιν, οὐκ ἰσχύν, οὐ παρρησίαν τοῦ δόγματος αὐτῶν, οὐ τὴν ἐπὶ πόλεων δικαιοσύνην δυναμένην ἀπατῆσαι τοὺς μεριζομένους τῇ πίστει· ἓν μόνον ἔχουσι, τὸ δολερὸν τῶν θηρίων τούτων. Ὅταν γὰρ εἰσέλθωσιν εἰς ἀμπελῶνα, τουτέστιν εἰς λαόν, οὐ παρρησίᾳ εἰσέρχονται, ἀλλὰ λάθρᾳ ὡς κλέπται, ὡς καὶ τὰ θηρία ταῦτα, αἱ ἀλώπεκες. Ἐπὰν ἴδωσι τὸν ἀμπελουργὸν εἰς ἕτερον μέρος ἀσχο λούμενον, εἰσέρχονται ἀφειδῶς εἰς τοὺς ἀλλοτρίους καμάτους, οὓς καὶ ἀφανίζουσιν. Ἔστι δὲ καὶ οὕτως νοῆσαι τὸ γραφικὸν ῥητόν, οὐ μόνον αὐτοὺς μικροὺς ἀλώπεκας ὀνομαζομένους, ἀλλὰ καὶ μικροὺς ἀφανίζοντας ἀμπελῶνας. Οὐδεὶς γὰρ παρ' αὐτῶν ἀνὴρ ἰσχυρὸς καὶ ἑδραῖος τῇ πίστει καὶ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν, τουτέστι τὸν Χριστόν, ἀπατᾶται, ἀλλ' εἴπου τις ἀχύρῳ παραπλή σιος καὶ παντὶ ἀνέμῳ περιφερόμενος ἀπολικμᾶται τῆς ἐκκλησίας. Περὶ τῶν τοιούτων καὶ ὁ κύριος ἐν εὐαγγελίοις λέγει· Ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ τὰ ἑξῆς, δηλονό τι μεγάλου καὶ ἡδρασμένου ἐν τῇ πίστει καὶ κρατοῦντος τὴν κεφαλὴν τῆς ἐκκλησίας, τὸν Χριστόν, μὴ δυναμένου σκανδα λισθῆναι. Περὶ τούτων αὐτῶν καὶ ὁ ἀπόστολος Παῦλος σαφῶς ᾐνίξατο εἰπών· Ἐκ τούτων εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπι θυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ἔδειξε διὰ τοῦ ῥήματος τοῦ ἐνδύνοντες τὸν φωλεὸν τοῦ ὄφεως τοῦ ἀπατήσαντος τὴν πρώτην γυναῖκα· ἐφανέρωσε δὲ καὶ τὸ δολερὸν καὶ δειλὸν τῶν τρόπων αὐτῶν καὶ τοῦ κηρύγματος αὐτῶν τὴν ἀσθένειαν καὶ τῶν ἀπατωμένων τὸ σαθρόν· ἀνδρὸς γὰρ οὐ μέμνηται, εἰ μὴ μόνων γυναικαρίων εὐκόλων εἰς ἀπάτην. ∆ιὰ τοῦτο καὶ τὸ κήρυγμα αὐτῶν ἐκεῖνο τὸ γένος ἀπατᾷ καὶ εἴπου τις γυναικώδης· καὶ ἔστιν ἰδεῖν ἐν ταῖς συναγωγαῖς αὐτῶν πλείονα γυναικάρια ἀπατώμενα, ἐξακολου θοῦντα ἀλλοτρίοις ἀνδράσι καὶ μετ' αὐτῶν ἀδιαφόρως συζῶντα· τὰ δὲ ἀκόλουθα τούτοις αἰσχρόν ἐστι καὶ εἰπεῖν. Τίς ὁ καθηγητὴς τῶν αἱρέσεων τούτων; Ὁ καθηγητὴς πασῶν τῶν αἱρέσεών ἐστιν ὁ διάβολος. Ὡς γὰρ ὁ Χριστὸς καθηγητής ἐστι τῆς καθολικῆς ἐκκλησίας καὶ παρ έδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καὶ παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, οὕτως καὶ ὁ διάβολος εἰς τὸ ἀπατᾶν καὶ σκορπίζειν ὢν ἕτοιμος καθηγητὴς γέγονε πασῶν τῶν αἱρέσεων. Μόνον γὰρ ἐδιδάχθη τὸ γένος τῶν ἀνθρώπων θεὸν προσκυνεῖν, πολλοὺς δὲ ψευδωνύ μους θεοὺς ἐποίησεν ὁ διάβολος· τί δὲ λέγω πολλούς, πᾶσαν τὴν κτίσιν ἐθεοποίησεν, ἵνα τὸν ἄθλιον ἄνθρωπον ἀπὸ τοῦ ὄντως θεοῦ ἀποπλανήσῃ. Ἦν γὰρ