1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

5

ζωή σου; Ἀλλ' ἐπειδὴ ὄντως ἀπεδήμησας εἰς χώραν μακρὰν καὶ τὸ ἐπιβάλλον σοι τῆς πατρικῆς οὐσίας μέρος ἀνήλωσας, καὶ σιτίζῃ τὰ κεράτια καὶ τοῦ πρωτοπο λίτου βόσκεις τοὺς χοίρους. Πρόβατα γὰρ ἐκείνῳ οὐκ ἔστιν, εἷς γάρ ἐστιν ὁ ποιμὴν ὁ καλὸς καὶ μία ἡ ποίμνη αὐτοῦ. Τί δέ ἐστιν καὶ ἡ οὐσία ἣν ἀπώλεσας; Φανερά ἐστι καὶ πάλιν ἔκδηλος· ἡ πίστις καὶ ἡ δωρεὰ ἣν διὰ τοῦ βαπτίσματος ἔλαβες. Ὡς γὰρ βαπτισθεὶς εἰς Χριστὸν Χριστὸν ἐνεδύσω, οὕτως ἀποδημήσας ἀπὸ τῆς ἐκκλη σίας Χριστὸν ἐξεδύσω. Καὶ ἵνα μὴ νομίσῃς σόφισμα εἶναι τὸ λεγόμενον, ἐπαναστρέψαντος ἐκείνου τοῦ υἱοῦ ὁ πατὴρ οὐδὲν ἄλλο ἐκέλευσεν ἢ τὴν πρώτην στολὴν καὶ τὸ δακτύλιον αὐτῷ δοθῆναι. Μίμησαι τοῦτον, ἀδελφέ· ἀνάστηθι ἀπὸ τῶν γηΐνων φρονημάτων ὡς ἐκεῖνος ἀπὸ τῆς γῆς, εἰς ἑαυτὸν ἐλθέ, ὡς κἀκεῖνος εἰπὲ καὶ σύ· Πῶς οἱ μίσθιοι τοῦ πατρός μου περισσεύουσι ἄρτου, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι; Οὐκ ἄρτον ἔχω δυνάμενον στηρίξαι καρδίαν ἀνθρώπου ἢ μόνον τὴν τῶν χοίρων τροφήν, τὰ κεράτια. Τί δέ ἐστι ταῦτα, ἀλλ' ἢ τὰ διαβολικὰ συγγράμματα, ὡς ἐν ἑτέρῳ λόγῳ δείξομεν; Ἐνθυμήθητι πόθεν ἐξέπεσας, πῶς ἀπεπλανήθης δελεασθεὶς ὑπὸ τοῦ ὄφεως τοῦ τὰ μεγάλα ἐπαγγελλομένου, ἵνα σε τῶν παρόντων καλῶν ἀποστερήσῃ. Ἐν γὰρ τῇ ἀρχῇ, ἐδίδαξεν ὁ λόγος, ὅτι τὸν πρῶτον ἄνθρωπον ἤτοι τὴν γυναῖκα οὕτως ἠπάτησεν εἰπών· Ἔσεσθε ὡς θεοί. Καὶ σὲ δὲ τῷ αὐτῷ δόλῳ διὰ τοῦ ὀνόματος τῆς ἐγκρατείας καὶ τῆς ἀποτάξεως ἀπήγαγε τῆς πα τρικῆς οἰκίας πρὸς τὴν χώραν τὴν μακράν, εἰς ἣν οὐκ ἦν πρόβατα, ἀλλ' ἢ μόνον χοῖροι. Καὶ εἰ ἐφύλασσες τὴν δεσποτικὴν ἐντολὴν τὴν λέγουσάν σοι· Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως, οὐκ ἂν ἤκουσας τῆς συμβουλῆς ἐκείνου. Πλὴν φιλάνθρωπος ὁ θεός, οὐκ οἶδε μνησικακῆσαι· μόνον ἐὰν ὑποστρέψῃς, ἕτοιμός ἐστι διὰ τὴν οἰκείαν αὐτοῦ ἀγαθότητα καὶ σοὶ ὑπαντῆσαι ὡς κἀκείνῳ. Οἶδεν ὅτι νενέκρωσαι ἐν τοσούτῳ χρόνῳ ἄρτου μὴ γευσάμενος· περιπτυξάμενός σε φιλήσει τὸν αὐχένα σου, ὃν ἐσκλήρυνεν ὁ διάβολος, καὶ σιτίσει σε πάλιν διὰ τοῦ μόσχου τοῦ σιτευτοῦ, τῶν μυστηρίων τοῦ Χριστοῦ. Ἔσται δὲ καὶ ἐπὶ σοὶ χαρὰ μεγάλη καὶ ἐρεῖ ὁ πατήρ· Χαρῆναι δεῖ καὶ εὐφρανθῆναι, ὅτι ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς καὶ εὑρέθη. Εὑρήσεις δὲ καὶ πάντας ἡμᾶς συγχαρέντας τῷ πατρὶ καὶ συνευφραινομένους ἐπὶ τῇ σῇ σωτηρίᾳ· παρ' ἡμῖν γὰρ φθόνος οὐδὲ εἷς. Ἐὰν ἀκούσῃς τῆς συμβουλῆς ἡμῶν, ταῦτα εὑρήσεις παρά τε τοῦ κοινοῦ πατρὸς περὶ σὲ καὶ παρὰ τοῦ ἀδελφοῦ γινόμενα· ἐὰν ἄρξῃ διὰ τὰ γυναικά ρια τὰ σὺν σοὶ ἀπατηθέντα προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις· «∆ιὰ τοσούτου χρόνου ἐπανέλθω εἰς τὴν ἐκκλησίαν; ἀκούσω παρὰ τῶν γυναικαρίων τῶν συζώντων μοι καταλύτης* «. Μετὰ πολλὰ γὰρ τοῦτο λέλεκται παρ' αὐτοῖς, καὶ αὕτη ἐστὶν ἡ πικροτέρα τέχνη τοῦ διαβόλου, ὅτι οὐ μόνον εἰς τὴν ἀρχὴν ὑποσκελίζει τὸν ἄνθρωπον, ἀλλὰ καὶ μετὰ τὴν πτῶσιν οὐ συγχω ρεῖ τοῦτον ἐπιστρέψαι πρὸς τὸν θεὸν καὶ ἰαθῆναι. Τί ἐστι κατάλυ σις; Καὶ τί παράβασις; Εἰπέ μοι. Πάντως κατάλυσίς ἐστιν, ὅταν τις τὴν πίστιν καὶ τὰ παραδοθέντα αὐτῆς μυστήρια ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καταλείψῃ καὶ εἰς ἀπιστίαν χωρήσῃ. Ταῦτα ἔδει σε ἐν τῇ ἀρχῇ λέγειν, ὅτε ἦς ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ, ὅτε ἔπειθέ σε ὁ διάβολος καὶ οἱ τούτου ἐργάται ἀποστῆναι τοῦ πατρικοῦ πλούτου τῆς ὄντως ζωῆς, τότε σε ἔδει λέγειν· «Οὐ γίνομαι καταλύτης, οὐ γίνομαι παραβάτης, οὐδείς με χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ· αὐτὸς δι' ἐμὲ τοσαῦτα ὑπέστη μηδενὶ ὑποκείμενος, ἵνα με τὸν πλασθέντα ἐξαγοράσῃ τῷ οἰκείῳ αἵματι ἀπὸ τῆς ἁμαρτίας. Καὶ πῶς ἐγὼ δραπετεύσω ἀπὸ τῆς ἐκκλησίας ἀρνησάμενος τὴν ὑπὲρ ἐμοῦ καταβληθεῖσαν τιμήν «. Καὶ ἐπέμενε πείθων σε διὰ τῆς χρηστῆς ἐπαγγελίας καὶ τῶν σεμνῶν ὀνομάτων, ὡς ἔθος ἐκείνῳ καὶ τοῖς ἐργάταις αὐτοῦ, ἀποστῆσαι τῆς πίστεως σπεύδων ἐν προσχήματι ἐγκρατείας καὶ ἀποτάξεως ἤ τινος ἄλλου σεμνοῦ ὀνόματος. Ἔδει σε τότε λέγειν· «Ἔξεστί μοι χριστιανῷ ὄντι καὶ παραμένοντι τῇ ἐκκλησίᾳ καὶ φυλάττοντι τὰ μυστήρια ἀποτάξα σθαι χρημάτων,