1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

16

γραφή· καὶ Τίς ἀποδήσει πῦρ ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ ἱμάτια οὐ κατακαύσει; Ἢ τίς περιπατήσει ἐπ' ἀνθράκων, τοὺς δὲ πόδας οὐ κατακαύσει; Καὶ ἐπήγαγεν εἰπὼν οὕτως· Ὁ εἰσερχόμενος εἰς γυναῖκα ἀλλοτρίαν οὐκ ἀτιμώρητος ἔσται κακῶν καὶ τὰ ἑξῆς. Εἴτε γὰρ παρθένος ἐστὶν εἴτε ὕπανδρος, ἀλλοτρία σου ἐστί· καὶ ἐδιδάχθης ταύτας ἀποφεύγειν, οὐχὶ δὲ τὸ ὠόν. Θῶμεν δὲ ὅτι αὐτό σε βλάπτει, ὅπερ ἀδύνατόν ἐστιν, ἀλλ' ὅμως διὰ τούτων τῶν λόγων παγιδεύεις τὰ ἄθλια γυναικάρια λέγων· «Οὐ βλάπτομαι «. Εἰ γὰρ ἦς ἄσαρκος καὶ σῶμα μὴ ἐφόρεις, καὶ ὄντως οὐκ ἂν ἔπασχες, ἀλλ' ὅμως διὰ τὸ σκανδαλί ζειν πολλοὺς ὑπέπεσας ἂν τῇ τιμωρίᾳ τοῦ θεοῦ σαφῶς εἰπόντος ὅτι Συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ εἰς τὸ πέλαγος ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Ἡμεῖς δὲ δείξομεν ὅτι τὸ ὠὸν ὁ κύριος ἀποδέχεται καὶ ἀγαθὸν ὀνομάζει· καὶ τοῦτο γὰρ ἴδιον κτίσμα. ∆ιδάσκων γὰρ τοὺς μαθητὰς λέγει· Ἐὰν αἰτήσῃ ὁ υἱὸς τὸν πατέρα αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Καὶ ἐὰν αἰτήσῃ ἰχθύν, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Καὶ ἐὰν αἰτήσῃ ὠόν, μὴ σκορπίον ἐπιδώσει αὐτῷ; Καὶ εὐθὺς ἐπάγει· Ἐὰν οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ παρέχειν τοῖς τέκνοις ὑμῶν καὶ τὰ ἑξῆς. Ὁρᾷς πῶς τὸν ἄρτον καὶ τὸ ὠὸν καὶ τὸ ὀψάριον ἀγαθὰ ἐκάλεσεν, ἐπειδὴ ἀγαθοῦ θεοῦ εἰσι κτίσμα; Σὺ δὲ φιλονεικεῖς διὰ τοῦ σοῦ τύφου δεῖξαι τὸν δημιουρ γὸν κακῶν ποιητήν, ἀλλ' οὐδεὶς ἀγαθὸς κατὰ τὸ εὐαγγέλιον εἰ μὴ εἷς ὁ θεός· ἀγαθὸς δὲ ὢν πάντα τὰ ἀγαθὰ ἀφθόνως ἐδημιούργησε. Καὶ ἱκανὰ μὲν ἦν καὶ ταῦτα πεῖσαι πάντας ἀνθρώπους, ὅτι ὁ δημιουργὸς τῶν ὅλων πάντα ἐποίησεν εἰς χρῆσιν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις καὶ ὅτι ἡγίασε τὰ ἑαυτοῦ κτίσματα, καθὼς ἀπέδειξεν ὁ λόγος. Ἀλλ' ἐπὶ πλείονα διδάξομεν τὰ τέκνα τῆς ἐκκλησίας καὶ ἐλέγξομεν τοὺς ἀντικειμένους ἀεὶ καὶ ἀντινομοθετοῦντας τῷ θεῷ· πείσομεν ἕκαστον ὅτι ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μέχρι τοῦ πάθους κρέα ἤσθιε καὶ οὐδαμοῦ δι' ὅλης τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ταῦτα ἐβδελύξατο ἢ ἐκώλυσεν ἐσθίειν. Τί γὰρ λέγει τὸ εὐαγγέλιον; Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες, ὅτε τὸ πάσχα ἔθυον· Ῥαββί, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Τίς δὲ ἀνθρώπων μάλιστα πιστῶν τὸ πάσχα τοῦτο ἀγνοεῖ; Ἔδειξε γὰρ καὶ διὰ τοῦ καιροῦ καὶ διὰ τῶν ἀζύμων τὸν θυόμενον ἀμνόν, ὃν ἔδειξεν ὁ νόμος· ἔδει γὰρ πληρωθῆναι τὸν νόμον διὰ τοῦ πάσχα τούτου καὶ ἀρχὴν λαβεῖν τὴν καινὴν διαθήκην διὰ τοῦ ἀληθινοῦ ἀμνοῦ. Καὶ πεμφθέντες οἱ ἀπόστολοι ἡτοίμασαν τὸ πάσχα τὸ ἔννομον, ὃ ὁ κύριος μετὰ τῶν ἑαυτοῦ μαθητῶν λέγει· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν, ἐπειδὴ ἐν τοῖς παρελθοῦσι χρόνοις τῆς ἐνσάρκου οἰκονομίας καθ' ἕκαστον ἔτος ἤσθιε τὸ πάσχα. Οὐδὲ γὰρ ἦν δυνατὸν τούτου ἀμελῆσαι· γέγραπται γὰρ ἐν τῷ Λουκᾷ· Ἀναβαίνοντος τούτου εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆςἑορτῆς. Ἀλλ' ὅμως οὐ μετὰ τοσαύτης ἐπιθυμίας τοῦτο ἤσθιε διὰ τὸ ἔτι μακρὰν ἀπέχειν τὸ ἴδιον πάσχα· ὅτε δὲ ἐπλησίασεν ἡ χάρις τοῦ γένους τῶν ἀνθρώπων καὶ ἔμελλεν ἑαυτὸν παραδοῦναι ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, μετὰ πολλῆς ἐπιθυμίας ἤσθιε τὸ πάσχα μετὰ τῶν μαθητῶν αὐτοῦ. ∆έδεικται οὖν καὶ ἐν τούτῳ ὅτι ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ μέχρι τοῦ πάθους αὐτοῦ μετελάμβανον τῶν κτισμάτων αὐτοῦ· μᾶλλον δὲ αὐτὸς ὁ κύριος διὰ τῆς οἰκείας αὐτοῦ ἀγαθότητος καὶ οἰκονομίας ἡγίαζε τὰ ἑαυτοῦ κτίσματα. Καὶ ταῦτα μὲν μέχρι τοῦ πάθους. Τί δὲ μετὰ τὴν ἀνάστασιν; Ἵνα μή τις ἀπιστῇ τῇ οἰκονομίᾳ μηδὲ νομίσῃ τις ὅτι χωρὶς σαρκὸς ἐπεδήμησεν ὁ κύριος τῷ γένει τῶν ἀνθρώπων, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν ἐμφανίζεται τοῖς μαθηταῖς αὐτοῦ καὶ δείκνυσιν αὐτοῖς τοὺς τύπους τῶν ἥλων καὶ τὴν πληγὴν τῆς πλευρᾶς, ἣν ἔλαβεν ὑπὸ τοῦ στρατιώτου τῇ λόγχῃ. Καὶ πάλιν μετὰ ταῦτα φανεροῖ ἑαυτὸν τοῖς μαθηταῖς αὐτοῦ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Λέγει γὰρ ὁ ἅγιος Ἰωάννης ὁ εὐαγγελιστὴς οὕτως· Ἦσαν