1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

οὐσία, ἀλλ' αἰτία, εἰπὲ τὴν οὐσίαν. τίνα δὲ καὶ αἰτίαν εἶναι θέλεις τοῦ υἱοῦ; τὴν γένεσιν ἢ αὐτὸν τὸν πατέρα; εἰ μὲν οὖν τὸν πατέρα, ἔστι δὲ ὁ πατὴρ, ὡς νομίζεις, ἡ ἀγεννησία, αὕτη ἔσται τοῦ υἱοῦ ἡ αἰτία. εἰ δὲ οὐκ αὐτὸς ὁ πατὴρ αἰτία μ28.1177 τοῦ υἱοῦ, ἀλλ' ἡ γένεσις, ταύτης ἔσται ὁ υἱὸς, καὶ αὕτη αὐτοῦ πατήρ. βαπτισθεὶς ἄρα εἰς πατέρα εἰς γένεσιν ἐβαπτίσθης καὶ εἰς τὸν ταύτης υἱόν, τάχα γὰρ οὐδέ, εἰ ἔστι πνεῦμα ἅγιον, ἀκήκοας. Ἀνόμ. Πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑπο στήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν οὐ προσιεμένης τῆς τοιαύτης ὑπο στάσεως γένεσιν; Ὀρθ. Εἰ μὲν ἡ ὑποστᾶσα φύσις ἔξωθεν προσεγένετο, ἀπαράλλακτος εἶναι οὐ δύναται· εἰ δὲ ἐξ αὐτοῦ γεγέννηται ὡς ἀπαύγασμα δόξης καὶ χαρακτὴς ὑποστάσεως, τὸ ἀπαράλλακτον ἔχει. "ὁ γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα" οὐχ ἑαυτὸν φήσας εἶναι πατέρα, ἀλλὰ τοιοῦτον οἷον τὸν πατέρα. Ἀνόμ. Εἰ ἀτελευτήτως διαμένει ὁ θεὸς ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιοουσίου κακοδοξία παραφανισθήσεται· εἰσάγεται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον ἑκατέρας φύσεως ἀπαύστως διαμενού σης ἐν τῷ οἰκείῳ τῆς φύσεως ἀξιώματι. Ὀρθ. Εἰ ὁμολογεῖς τὸ γέννημα ἀληθῶς γέννημα, ὁμοούσιον μὲν ἔσται, οὐκ ἀγέννητον δέ· ὅτι γὰρ τὸ ἀγέν νητον φύσις οὐκ ἔστι δέδεικται. εἰ γὰρ τὸ ἀγέννητον φύσις, καὶ τὸ γεννητὸν φύσις. εἰ δὲ τὸ γεννητὸν φύσις, πάντα τὰ γεννητὰ τῆς αὐτῆς εἰσι φύσεως. Εἰ δὲ οὐ πάντα τὰ γεννητὰ τῆς αὐτῆς εἰσι φύσεως, τὸ γεννητὸν οὐκ ἔστι φύσις. εἰ δὲ τὸ γεννητὸν οὐκ ἔστι φύσις, οὐδὲ τὸ ἀγέννητόν ἐστιφύσις. ὅτι δὲ ὁμοούσιός ἐστι τῷ ἑαυτοῦ πατρὶ ὁ μονογενής, ἀκούομεν αὐτοῦ λέγοντος· "πάντα ὅσα ἂν ποιῇ ὁ πατὴρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ", ὧν δὲ ἡ αὐτὴ ἐνέργεια ἡ αὐτὴ οὐσία. Ἀνόμ. Εἰ ἀγέννητός ἐστι τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεν νηθὲν ἐγεννήθη, ἀλλ' ἐξουσίας ὑποστησάσης αὐτόν. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέν νητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. Ὀρθ. Οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, τοῦτο γὰρ ἂν ἦν σῶμα εἰπεῖν τὴν οὐσίαν· ἀλλ' ἐκ τῆς ἀσωμά του οὐσίας θεοπρεπῶς ἐγεννήθη ὡς ἀπαύγασμα δό ξης. εἰ δὲ καὶ αὐτὸς κατ' ἐξουσίαν καθάπερ οἱ δεξάμενοι αὐτόν, γέγραπται γὰρ ὅτι "ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι", πῶς αὐτὸν μονογενῆ καὶ φύσει θεὸν λέγεις πολλῶν ὄντων τῶν κατ' ἐξουσίαν υἱῶν καὶ θεῶν; τὴν δὲ αὐτὴν οὐσίαν γεννητὴν καὶ ἀγέννητον οὐδεὶς λέγει, δέδεικται γὰρ ὅτι οὔτε τὸ γεννητὸν οὐσία οὔτε τὸ ἀγέννητον. Ἀνόμ. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει καὶ τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ τοῦ ἀνοικείου ἐπὶ μ28.1180 τὸ ἑαυτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. Ὀρθ. Τὸ ἀγέννητον οὔτε ἐγέννησεν οὔτε ἐγεννήθη, οὐσία γὰρ οὐκ ἔστιν. ὁ δὲ θεὸς ἐγέννησεν, κἂν μὴ θέλωσι μετὰ σοῦ Ἰουδαῖοι. εἰ δὲ οὐκ ἐγέννησεν, περιττὴ καὶ ἡ τοῦ πατρὸς προσηγορία. τὸ δὲ μᾶλλον γὰρ ἐπὶ τὸ ἑαυτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις εἰρηκὼς ἔδειξας ὅτι οὐ τὸ ἀγέννητον φύσις· τὸ γὰρ ἐπειγόμενον ἄλλο πρὸς ἄλλο ἐπείγεται. εἰ δὲ οὔτε τοῦ οἰκείου ἔστιν υἱὸς οὔτε τῆς φύσεως, εἰπὲ τοῖς Ἰουδαίοις, δώσεις γὰρ αὐτοῖς εὐαγγέλια, ὅτι τὸν μήτε τοῦ οἰκείου ὄντα υἱὸν μήτε τῆς φύσεως ἐσταύρωσαν, λέγοντα ἑαυτοῦ ἴδιον πατέρα τὸν θεόν. Ἀνόμ. Εἰ μὲν ὅλος ὁ θεὸς γεννητός ἐστιν, οὐ δὲν κωλύει τὸ γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε τὸ γέννημα. Ὀρθ. Ἐὰν ὅλος ὁ θεὸς γεννητὸς ᾖ, οὐδὲν κωλύει γεγεννηκέναι αὐτὸν οὐσιωδῶς, ὅλος δὲ ὁ υἱὸς κατὰ σὲ γεννητός ἐστιν. εἰπέ, τίνα ἐγέννησεν οὐσιωδῶς; εἰ δὲ οὐδένα ἐγέννη σεν ὁ υἱὸς οὐσιωδῶς γεννητὸς ὤν, οὐκ ἄρα ᾗ γεννητός ἐστι γεννᾷ οὐσιωδῶς. εἰ δὲ οὐχ ᾗ γεννητός ἐστιν ὁ υἱὸς γεννᾷ οὐδὲ ὁ πατὴρ ᾗ ἀγέννητός ἐστι γεννᾷ, ἀλλὰ θεὸς ὢν καὶ αὐτοδόξα ἀπαύγασμα ἔχει γέννημα θεὸν ἐνυπόστατον. εἰ γὰρ μὴ ἐκ τῆς οὐσίας ἐγέννησεν, οὐδὲ πατήρ ἐστι κατ' οὐ σίαν. καὶ ἵνα τί βαπτίζεις εἰς ὄνομα τοῦ πατρὸς τοῦ μὴ κατ' οὐσίαν πατρός; γεννήσας δὲ ἐκ τῆς οὐσίας οὐ διέστη ὡς ἐνόμισας,